Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μάρνατο μορφωθέντι καὶ οὔτασε πόρδαλιν αἰχμῇ.
  2. ἀλλὰ πάλιν μετάμειψε θεὸς δέμας· ὑψιφανὴς γάρ,
  3. ἠέρα θερμαίνων, ἐλελίζετο πυρσὸς ἀλήτης,
  4. αἰθύσσων ἀνέμοις φλογόεν βέλος, ἀμφὶ δὲ μαζοὺς
  5. στήθεα λαχνήεντα διέτρεχε Δηριαδῆος
  6. κυκλόθεν· ὑψιπόρου δὲ δεδεγμένος ἅλματα καπνοῦ
  7. ἀργενναῖς λαγόνεσσιν Ἄραψ ἐμελαίνετο θώρηξ,
  8. βαλλόμενος σπινθῆρι· πυριβλήτου δὲ φορῆος
  9. ἡμιδαὴς ζείοντι λόφῳ θερμαίνετο πήληξ ---
  10. ἐκ βλοσυροῦ δὲ λέοντος ἐφαίνετο κάπρος ἀλήτης,
  11. εὐρύνων μέγα χάσμα δασύτριχος ἀνθερεῶνος,
  12. καὶ λοφιὴν πελάσας ἐπὶ γαστέρι Δηριαδῆος
  13. ὀρθὸς ὀπισθιδίοιο ποδὸς στηρίζετο παλμῷ,
  14. θηγαλέοις ὀνύχεσσι μέσον κενεῶνα χαράσσων.
  15. Δηριάδης δʼ ὑπέροπλος ἐμάρνατο φάσματι κωφῷ,
  16. ἐλπίδι μαψιδίῃ πεφορημένος· ἤθελε δʼ αἰεὶ
  17. ἀψαύστοις ἀκίχητον ἑλεῖν εἴδωλον ἀγοστοῖς·
  18. ἀντιτύπου δὲ λέοντος ἑὸν δόρυ πῆξε μετώπῳ,
  19. μῦθον ἀπειλητῆρα χέων πολυειδέι Βάκχῳ·
  20. Τί πτώσσεις, Διόνυσε; τί σοι δόλος ἀντὶ κυδοιμοῦ;