Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Δηριάδην τρομέων πολυδαίδαλον εἶδος ἀμείβεις;
  2. πόρδαλις οὐ κλονέει με φυγοπτολέμου Διονύσου,
  3. ἄρκτον ὀιστεύω, καὶ δένδρεον ἄορι τέμνω·
  4. ψευδομένου δὲ λέοντος ἐγὼ κενεῶνα χαράξω.
  5. ἀλλὰ σοφοὺς Βραχμῆνας ἀτευχέας εἰς σὲ κορύσσω·
  6. γυμνοὶ γὰρ γεγάασι, θεοκλήτοις δʼ ἐπαοιδαῖς
  7. πολλάκις ἠερόφοιτον, ὁμοίιον ἄζυγι ταύρῳ,
  8. οὐρανόθεν κατάγοντες ἐφαρμάξαντο Σελήνην,
  9. πολλάκι δʼ ἱππεύοντος ἐπειγομένων ἐπὶ δίφρων
  10. ἀσταθέος Φαέθοντος ἀνεστήσαντο πορείην.
  11. ἔννεπε παπταίνων ἑτερότροπα φάσματα Βάκχου·
  12. καὶ νόον εἶχεν ἄπιστον· ἀκηλήτῳ δὲ μενοινῇ
  13. τέχνην φαρμακόεσσαν ἐπιρράψας Διονύσῳ
  14. ἔλπετο νικήσειν Διὸς υἱέα μύστιδι τέχνῃ.
  15. ἔνθα θορὼν ἀκίχητος ἀνέδραμεν ὑψόθι δίφρων·
  16. καὶ θεὸς ἀφραίνοντα θεημάχον ἄνδρα δοκεύων
  17. ἄμπελον ἐβλάστησεν ἀρηγόνα δηιοτῆτος.
  18. καί τις ἐυσταφύλοιο θεήλατος οἰνάδος ὄρπηξ
  19. ἑρπύζων κατὰ βαιὸν ἐς ἀργυρόκυκλον ἀπήνην
  20. Δηριάδην ἔσφιγξεν ἀπειλητῆρι κορύμβῳ,