Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἰσοφυὲς μίμημα λεοντείοιο προσώπου
  2. ὄρθιον ἠέρταζε μετάρσιον ἀνθερεῶνα,
  3. τρηχαλέον βρύχημα χέων πυκινότριχι λαιμῷ
  4. καὶ κέλαδον βρονταῖον ἐρισμαράγοιο τοκῆος·
  5. καὶ σκιερῆς φορέων πολυδαίδαλον εἶδος ὀπώρης
  6. ἀλλοφανὴς μορφοῦτο, καὶ εἴκελος ἔρνεϊ γαίης
  7. αὐτοτελὴς ἀκίχητος ἀνέδραμεν, αἰθέρα τύπτων,
  8. ὡς πίτυς, ὡς πλατάνιστος· ἀμειβομένου δὲ καρήνου
  9. μιμηλοῖς πετάλοισι νόθην δενδρώσατο χαίτην,
  10. γαστέρα θάμνον ἔχων περιμήκετον· ἀκρεμόνας δὲ
  11. χεῖρας ἑὰς ποίησε, καὶ ἐφλοίωσε χιτῶνας,
  12. καὶ πόδας ἐρρίζωσεν· ἀνακρούων δὲ κεραίαις [*](So MSS.: Ludwich κεραίας.)
  13. μαρναμένου βασιλῆος ἐπεψιθύριζε προσώπῳ·
  14. καὶ στικτοῖς μελέεσσι τύπον μιμηλὸν ὑφαίνων
  15. πόρδαλις ὑψιπότητος ἀνέδραμεν ἅλματι ταρσῶν,
  16. καὶ λοφιῆς ἐπέβαινεν ἀερσιλόφων ἐλεφάντων
  17. κοῦφα βιβάς· ἐλέφας δὲ παρήορος ἅρμα τινάσσων
  18. εἰς πέδον ἠκόντιζε θεημάχον ἡνιοχῆα,
  19. σείων φαιδρὰ λέπαδνα καὶ ἀγκύλα κύκλα χαλινῶν.
  20. οὐδὲ πεσὼν ἀμέλησε πέλωρ πρόμος, ἀλλὰ Λυαίῳ