Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Καρμίνων βασιλῆα κατεπρήνιξε Μελισσεύς,
- Κύλλαρον, ὀξυόεντι κατʼ αὐχένος ἄορι τύψας,
- Λωγασίδην θʼ, ὃς μοῦνος, ἐπεὶ σοφὸς ἔσκε μαχητής,
- Δηριάδῃ μεμέλητο δοριθρασέων πλέον Ἰνδῶν
- καί μιν ἄναξ φιλέει [*](φιλέει Tiedke, φιλέοι MSS. and Ludwich.) μετὰ Μορρέα· πολλάκι δʼ αὐτῇ
- Ὀρσιβόῃ καὶ ἄνακτι μιῆς ἔψαυσε τραπέζης,
- θυγατέρων βασιλῆος ὁμέστιος· ἀμφοτέροις γὰρ
- ἔγχεϊ καὶ πραπίδεσσιν ὑπέρβαλε σύντροφον ἥβην.
- ἔνθα πολὺς προμάχῳ πρόμος ἤρισεν· ὑψιφανὴς δὲ
- Πευκετίῳ πολέμιζεν ἀερσιπόδης Ἁλιμήδης,
- καὶ Φλογίῳ κεκόρυστο Μάρων καὶ Θουρέι Ληνεύς.
- ὑσμίνης δὲ τάλαντα πατὴρ ἔκλινε Κρονίων·
- καὶ βριαρῷ Διόνυσος ἐμάρνατο Δηριαδῆι,
- μίξας ἔγχεϊ θύρσον· ἀκοντοφόρῳ δὲ μαχητῇ
- πῇ μὲν ἀκοντίζοντι μετάτροπον εἶδος ἀμείβων
- δύσατο παντοίης πολυδαίδαλα φάσματα μορφῆς·
- πῇ δὲ θυελλήεσσα κορύσσετο μαινομένη φλόξ,
- ἀγκύλον αἰθύσσουσα σέλας βητάρμονι καπνῷ.
- ἄλλοτε κυμαίνων ἀπατήλιον ἔρρεεν ὕδωρ,
- ὑγρὸς ὀιστεύων διερὸν βέλος· ἀμφιέπων δὲ