Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- αἱμαλέην πήχυνε κατηφέι γαῖαν ἀγοστῷ.
- καί τις ἀνὴρ ἱππῆος ἐναντία δόχμιος ἔστη,
- καὶ σάκεος κενεῶνα χυτῆς ἔπλησε κονίης,
- καὶ χθονὶ ταρσὸν ἔπηξε, δεδεγμένος ἀνέρος ὁρμήν·
- χειρὶ δὲ θαρσαλέῃ πολυδαίδαλον ἀσπίδα τείνων
- ἱππείην ψαμάθοισιν ὅλην ἔρραινεν ὀπωπήν·
- βακχεύσας δὲ κάρηνον ἄνω νεύοντι προσώπῳ
- ἵππος ἀνῃώρητο κονισαλέην τρίχα σείων,
- καμπύλα δʼ εὐλάιγγος ἀπέπτυεν ἄκρα χαλινοῦ·
- τρίβων δʼ ἀγκυλόδοντα παλυνομένην γένυν ἀφρῷ
- ὑψιτενὴς δεδόνητο, καὶ ὄρθιον αὐχένα πάλλων
- οἰστρήεις ἀχάλινος ἐπεστηρίζετο γαίῃ
- ποσσὶν ὀπισθιδίοισι, καὶ αἰθύσσων κόνιν ὁπλῇ
- εἰς πέδου ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα.
- αὐτὰρ ὁ κεκλιμένῳ ταχὺς ἔδραμε κάρχαρος ἀνήρ,
- γυμνὸν ἔχων θοὸν ἆορ· ὑπὲρ δαπέδον δὲ ταθέντος
- κυανέου προμάχοιο διέθρισεν ἀνθερεῶνα.
- ἄλλος ἐριπτοίητος ἐχάζετο πῶλος ἀλήτης,
- γείτονος ἡνιόχοιο δεδεγμένος ἦχον ἱμάσθλης,
- οἰκτρὸν ἑὸν θνήσκοντα διαστείβων ἐλατῆρα,