Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κτεινομένων ἑκάτερθε, πολυσπερέων δὲ δαμέντων
  2. πληθύι τοσσατίῃ νεκύων ἐστείνετο Λήθη·
  3. χειρὶ δʼ ἀνοχλίζων Ἀίδης ὀρφναῖον ὀχῆα
  4. εὐρυτέρους πυλεῶνας ἑῶν ὤιξε μελάθρων
  5. κτεινομένων ἑκάτερθε, διεσσυμένων δὲ βερέθρου
  6. Ταρτάριον μύκημα Χαρωνίδες ἔκτυπον ὄχθαι.
  7. καὶ πολὺς ἐγρεκύδοιμος ἔην κτύπος, ἀντιβίων δὲ
  8. ὠτειλὴ κταμένων ἑτερότροπος, ὧν ὁ μὲν αὐτῶν
  9. ἱππόθεν ὠλίσθησε τετυμμένος ἀνθερεῶνα,
  10. ὃς δὲ κατὰ στέρνοιο περίτροχον ἄντυγα μαζοῦ,
  11. ὃς δὲ μέσον κενεῶνα πεπαρμένος ἔκπεσε δίφρου·
  12. ἄλλος ἐυγλώχινι παρʼ ὀμφαλὸν ἄκρον ὀιστῷ
  13. βλήμενος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ,
  14. ὃς δὲ τυπείς μεσάτης ὑπὲρ ἄντυγος, ὃς δὲ διʼ ὤμου
  15. καὶ φυγὰς ἄλλος ἔπιπτε ῥάχιν τετορημένος αἰχμῇ,
  16. πεζὸς ἀελλήεντα τετυμμένον ἵππον ἐάσας·
  17. ὃς δὲ πεσὼν ἀνίουλος ὀδύρετο σύντροφον ἥβην
  18. καί τις ἀναλθήτῳ κεχαραγμένος ἧπαρ ὀιστῷ
  19. κύμβαχος ἐξ ἐλέφαντος ἐπεγδούπησε κονίη,
  20. κρᾶτα παρακλίνας δαπέδῳ, καὶ χεῖρας ἑλίξας