Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κείμενον ἀρτιδάικτον, ἐπισπαίροντα κονίῃ.
  2. Κολλήτης δʼ ἀπέλεθρος ἔχων περιμήκεα μορφήν,
  3. δύσμαχος , ἐννεάπηχυς, ὁμοίιος Ἀλκυονῆι,
  4. Βακχείης κατά μέσσον ἐμαίνετο δηιοτῆτος·
  5. Βασσαρίδων δὲ φάλαγγα μετὰ κλόνον ἤθελεν ἕλκειν
  6. εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,
  7. καὶ κενεῇ πολέμιζεν ἐπʼ ἐλπίδι, τηλίκος ἀνήρ,
  8. οἷος ἔην θρασὺς Ὦτος ἀνέμβατον αἰθέρα βαίνων,
  9. ἁγνὸν ἀνυμφεύτου ποθέων λέχος ἰοχεαίρης,
  10. οἷος ἔην φιλέων καθαρῆς ὑμέναιον Ἀθήνης
  11. ὑψινεφὴς ἐς Ὄλυμπον ἀκοντίζων Ἐφιάλτης·
  12. Κολλήτης πέλε τοῖος ὑπέρτερος, αἰθέρι γείτων,
  13. γηγενέος προγόνοιο θεημάχον αἷμα κομίζων,
  14. Ἰνδοῦ πρωτογόνοιο· καὶ ἄρκιος ἔπλετο μορφῇ
  15. δῆσαι θοῦρον Ἄρηα μεθʼ υἱέας Ἰφιμεδείης·
  16. ἀλλὰ τόσον περ ἐόντα γυνὴ κτάνεν ὀξέι πέτρῳ,
  17. Βακχιάδος Χαρόπεια κυβερνήτειρα χορείης.
  18. καί τις ἀριστεύουσαν ἰδὼν ὑψαύχενα κούρην
  19. θαῦμα χόλῳ κεράσας τρομερὴν ἐφθέγξατο φωνήν·
  20. Ἆρες, Ἄρες, λίπε τόξα καὶ ἀσπίδα καὶ σέο λόγχην,