Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί τις ἀπὸ στομάτων δολιχόσκιον ἔγχος ἰάλλων
  2. ἰὸν ἀκοντιστῆρα κατέπτυε Δηριαδῆος,
  3. καὶ φονίῃ ῥαθάμιγγι χάλυψ ἐδιαίνετο θώρηξ.
  4. καὶ νέκυς ἐν χθονὶ κεῖτο τυπεὶς ζώοντι βελέμνῳ,
  5. ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον. ὀρθοπόδων δὲ
  6. εἰς λοφιὴν ἐπίκυρτον ἀναΐξας ἐλεφάντων
  7. πόρδαλις ᾐώρητο μετάρσιος ἅλματι ταρσῶν·
  8. πυκνὰ δὲ θηρείοιο κατεστήρικτο καρήνου,
  9. καὶ δρόμον ᾐώρησε τανυκνήμων ἐλεφάντων.
  10. καὶ πολύς ἑσμὸς ἔπιπτε, βαρυσμαράγων ἀπὸ λαιμῶν
  11. φρικτὸν ἐρημονόμων ἀίων βρύχημα λεόντων·
  12. καί τις ἐνικήθη τρομέων μυκήματα ταύρου,
  13. καὶ βοὸς εἰσορόων βλοσυρῆς γλωχῖνα κεραίης
  14. λοξὸν ἀκοντίζουσαν ἐς ἠέρα· φοιταλέος δὲ
  15. εἰς φόβον ἄλλος ὄρουσεν ὑποφρίσσων γένυν ἄρκτου·
  16. θηρείαις δʼ ἰαχῇσιν ὁμόκτυπος ἄλλος ἐπʼ ἄλλῳ
  17. Πανὸς ἀνικήτοιο κύων συνυλάκτεε λαιμῷ,
  18. καὶ μόθον ὑλακόμωρον ἐδείδισαν αἴθοπες Ἰνδοί.
  19. ξυνὴ δʼ ἀμφοτέροισιν ὁμόζυγος ἦεν Ἐνυώ·
  20. γαῖα δέ διψώουσα φόνου κυγαίνετο λύθρῳ