Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἰνδοῖς Γηγενέεσσιν ἀνικήτοισιν ἐρίζειν.
- ἔννεπε, καὶ προμάχους μετανεύμενος ἄλλον ἐπʼ ἄλλῳ
- ἡνιόχους οἴστρησεν ἀμετροβίων ἐλεφάντων,
- καί πρυλέων πομπῆας ἐπεστήριξεν ὁμίλῳ
- μαρναμένους πυργηδόν. ὁμοζήλῳ δὲ κυδοιμῷ
- θυρσομανὴς Διόνυσος ἐρημονόμων στίχα θηρῶν
- εἰς ἐνοπήν βάκχευεν· ὀριτρεφέες δὲ μαχηταὶ
- δαιμονίῃ βρυχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ,
- καὶ πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θήρ·
- ὠμοβόρων δὲ δράκοντες ἀποπτύοντες ὀδόντων
- τηλεβόλους πόμπευον ἐς ἠέρα πίδακας ἰοῦ
- χάσματι συρίζοντι μεμυκότος ἀνθερεῶνος,
- λοξὰ παρασκαίροντες· ἐς ἀντιβίους δὲ θορόντες
- αὐτόματον σκοπὸν εἶχον ἐχιδνήεντες ὀιστοί·
- καὶ σκολιαῖς ἑλίκεσσιν ἐμιτρώθη δέμας Ἰνδῶν
- εἱλομένων, βροτέους δὲ πόδας σφηκώσατο σειρὴ
- εἰς δρόμον ἀίσσοντας. Ἀρειμανέες δὲ γυναῖκες
- δῆριν ἐμιμήσαντο δρακοντοβόλου Φιδαλείης,
- ἥ ποτε κέντρον ἔχουσα γυναικείοιο κυδοιμοῦ
- δυσμενέας νίκησεν ἐχιδνήεσσι κορύμβοις---