Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Σήμερον ἢ Διόνυσον ἐγῶ πλοκαμῖδος ἐρύσσω,
  2. ἠὲ μόθος Βακχεῖος ἀιστώσει γένος Ἰνδῶν.
  3. ὑμεῖς μὲν Σατύροισιν ἀλεξήτειραν ἀνάγκην
  4. στήσατε· Δηριάδης δὲ κορυσσέσθω Διονύσῳ.
  5. ἡμερίδων δὲ πέτηλα καὶ ὄργανα ποικίλα Βάκχου
  6. φλέξατε, καὶ κλισίας ἐμπρήσατε· Μαιναλίδας δὲ
  7. δμωίδας αὐχήεντι κομίσσατε Δηριαδῆι·
  8. καὶ πυρὶ δήια θύρσα μαραίνετε· βουκεράων δὲ
  9. Σειληνῶν Σατύρων τε πολυσπερέων κεφαλάων
  10. λήιον ἀμήσαντες ἀλοιητῆρι σιδήρῳ
  11. στέψατε πάντα μέλαθρα βοοκραίροισι καρήνοις.
  12. μὴ Φαέθων στέψειε πυραυγέας εἰς δύσιν ἵππους,
  13. πρὶν Σατύρους καὶ Βάκχου ἀλυκτοπέδῃσι κομίσσω
  14. σφιγγόμενον, καὶ στικτὸν ἐμῇ δεδαϊγμένον αἰχμῇ
  15. ῥωγαλέον φορέοντα κατὰ στέρνοιο χιτῶνα,
  16. θύρσον ἀπορρίψαντα· τανυπλοκάμων δὲ γυναικῶν
  17. χαίτην ἀμπελόεσσαν ἐμῷ τεφρώσατε δαλῷ.
  18. θαρσαλέοι δὲ γένεσθε, καὶ Ἰνδῴην μετὰ χάρμην
  19. νίκην κυδιάνειραν ἀείσατε Δηριαδῆος,
  20. ὄφρά τις ἐρρίγῃσι καὶ ὀψιγόνων στρατὸς ἀνδρῶν