Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠερίοις πελάγεσσι διάβροχον ἄρμα Σελήνης·
  2. μὴ ψυχρὴν ἐχέτω Φαέθων πάλιν ἔμπυρον αἴγλην.
  3. πρεσβυτέρῳ δʼ ὑπόεικε κυβερνητῆρι θαλάσσης,
  4. πατροκασιγνήτῳ τανύων χάριν, ὅττι γεραίρει
  5. εἰναλίην σέο Δῆλον ἁλὸς μεδέων ἐνοσίχθων·
  6. μή σε λίπῃ φοίνικος ἔρως καὶ μνῆστις ἐλαίης.
  7. τίς πάλιν, ἐννοσίγαιε, δικασπόλος ἐνθάδε Κέκροψ,
  8. τίς πάλιν, Ἴναχος ἄλλος ἑὴν πόλιν ἴαχεν Ἥρῃ,
  9. ὅττι καὶ Ἀπόλλωνι κορύσσεαι, ὥς περ Ἀθήνῃ,
  10. καὶ μόθον ἄλλον ἔχεις προτέρην μετὰ φύλοπιν Ἤρης;
  11. καὶ σύ, πάτερ μεγάλοιο, κερασφόρε, Δηριαδῆος,
  12. Ἡφαίστου πεφύλαξο σέλας μετὰ λαμπάδα Βάκχου,
  13. μή σε πυριγλώχινι καταφλέξειε κεραυνῷ.
  14. ὣς εἰπὼν ἀνέκοψε θεῶν ἔμφυλον Ἐνυώ.
  15. καὶ τότε λυσσήεις παλινάγρετον ἄμφεπε χάρμην
  16. Δηριάδης βαρύμηνις, ἀπήμονας ὡς ἴδε Βάκχας·
  17. καὶ μόθον ἀρτεμέοντος ὀπιπεύων Διονύσου
  18. εἰς ἐνοπὴν οἴστρησε πεφυζότας ἡγεμονῆας·
  19. καὶ ξυνὴν πρυλέεσσι καὶ ἱππήεσσιν ἀπειλὴν
  20. βάρβαρον ἐσμαράγησε βαρυφθόγγων ἀπὸ λαιμῶν·