Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Πρωτονόη, στενάχουσα καὶ εἰσέτι νεκρὸν Ὀρόντην·
- θηλυτέρην δὲ φάλαγγα διέστιχεν· ἦν δὲ νοῆσαι
- ἄλλην ἀντιάνειραν Ἐρυθραίην Ἀταλάντην.
- Χειροβίη δὲ λαβοῦσα σάκος καὶ Μορρέος αἰχμὴν
- ἔχραε Βασσαρίδεσσι, καὶ εἴκελος ἔπλετο Γόργῃ,
- ἣ πάρος εὐπύργοιο τινασσομένης Καλυδῶνος
- Τοξέος αἰθύσσονσα κασιγνήτοιο βοείην,
- μάρνατο θῆλυς ἐοῦσα χολωομένου Μελεάγρου.
- Ὀρσιβόη δὲ φανεῖσα σὺν ἐγρεμόθῳ παρακοίτῃ
- θάρσος Ἐνυαλίης μιμήσατο Δηιανείρης,
- ὁππότε Παρνησσοῖο κακοξείνῳ παρὰ πέτρῃ
- θωρήχθη Δρυόπεσσι καὶ ἔπλετο θῆλυς Ἀμαζών.
- πολλαὶ δʼ εὐρυχόροισι περικλείοντο μελάθροις,
- καὶ στόνος ἄπλετος ἦεν ὑπωροφίοιο κυδοιμοῦ·
- ἄλλη δʼ εἰνοδίην ὑπεδύσατο δηιοτῆτα,
- παρθένος ἐγρεκύδοιμος, ὑπὲρ τεγέων δὲ καὶ ἄλλαι
- λαϊνέοις βελέεσσιν ἐθωρήσσοντο γυναῖκες·
- ἐνδόμυχοι δὲ φάλαγγες ἐπεσμαράγησαν Ἐνυώ.
- ὄφρα μὲν ἐγρεμόθοιο διʼ ἄστεος ἔβρεμεν Ἄρης,
- Λύδια Βασσαρίδων ὀρεσίδρομα φῦλα δάΐζων,