Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τόφρα δὲ Χαλκομέδεια πρὸ τείχεος ἵστατο μούνη
  2. νόστιμον ἐκ πολέμοιο μεταστρέψασα πορείην,
  3. οἰστρομανῆ Μορρῆα δεδεγμένη, εἴ ποξεν ἔλθῃ·
  4. καὶ τότε πουλυέλικτον ἐρωμανὲς ὄμμα τιταίνων,
  5. παρθένον ὡς ἐνόησε, ποδήνεμος ἵκετο Μορρεύς,
  6. εἰς δρόμον ἱμερόεντα θοώτερα γούνατα πάλλων.
  7. τῆς δὲ διωκομένης ἀνεκούφισε πέπλον ἀήτης·
  8. θέλγετο δʼ εἰσέτι μᾶλλον ἀνείμονι κάλλεϊ μορφῆς.
  9. παπταίνων προθέουσαν ἀνάμπυκα λευκάδα νύμφην.
  10. ἡ δέ μιν ἠπερόπευε, καὶ αἰδομένῃ φάτο φωνῇ,
  11. ὼκυτέρην Μορρῆος ὑποπτήσσουας πορείην·
  12. εἰ ἐτεὸν μεθέπεις ἐμὰ δέμνια, νυμφίε Μορρεῦ,
  13. κάτθεο σὸν θώρηκα σιδήρεον, οἷα χορεύει
  14. εἰς γάμον ἁβροχίτων, ὅτε Κύπριδι μίσγεται, Ἄρης,
  15. εἵματι χιονέῳ πεπυκασμένος, ὥς περ Ἀπόλλων,
  16. ὄφρα Πόθος καὶ Κύπρις ἑνὶ ζεύξειαν ὀχῆι
  17. ἡμέας ἀμφοτέρους γαμίης ἐπιβήτορας εὐνῆς,
  18. Μορρέα θοῦρος· ἔρως καὶ Χαλκομέδην Ἀφροδίτη.
  19. οὐ δέχομαι χάλκειον ἐγὼ πόσιν ύψόθι λέκτρων,
  20. αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ·