Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἕλκεος ὑμετέροιο βοηθόον εἰς σὲ καλέσσω
  2. γηραλέον Χείρωνα φεπίσβιον; ἢ πόθεν εὕρω
  3. φάρμακα, λυσιπόνου Παιήονος ὄργια τέχνης;
  4. ἤθελον, ἣν κολέουσιν, ἔχειν Κενταυρίδα ποίην,
  5. ὄφρα τεοῖς μελέεσσιν ἀνώδυνον ἄνθος ἑλίξας
  6. ἐξ Ἄιδος ζώουσαν ἀνοστήτοιο σαώσω.
  7. ποῖον ἔχω μάγον ὕμνον ἢ ἀστερόεσσαν ἀοιδήν,
  8. ὄφρα θεοκλήτῳ προχέων μέλος εὐάδι φωνῇ
  9. οὐταμένου τεὸν αἷμα κατευνήσω κενεῶνος;
  10. ἤθελον ἐγγὺς ἔχειν φυσίζοον ἐνθάδε πηγήν,
  11. ὄφρα τεοῖς μελέεσσι βαλὼν ὀδυνήφατον ὕδωρ
  12. πρηΰνω τεὸν ἕλκος ἐπήρατον, ὄφρα καὶ αὐτὴν
  13. ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω.
  14. Γλαῦκε πολυσπερέων ἐτέων στροφάλιγγα κυλίνδων,
  15. εἰ θέμις, ἀτρυγέτοιο λιπῶν κευθμῶνα θαλάσσης
  16. δεἰξον ἐμοὶ βοτάνην ζωαρκέα, δεῖξον ἐκείνην,
  17. ἧς ποτε σοῖς στομάτεσσιν ἐγεύσαο, καὶ βίον ἕλκεις
  18. ἄμβροτον, ἀενάοιο χρόνου κυκλούμενος ὁλκῷ.
  19. ὣς εἰπῶν παράμειβε, νέκυν πόθον ἐν φρεσὶ κεύθων.
  20. καὶ πόσιος κταμένου τιμήορος ἄνθορε νύμφη