Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔγχος ἐνικήθη σέο κάλλεϊ· σεῖο προσώπου
  2. μαρμαρυγαὶ κλονέουσιν, ὅσον γλωχῖνες ἀκόντων·
  3. στῆθος ἔχεις ἅτε τόξον, ἐπεὶ σέο μᾶλλον ὀιστῶν
  4. μαζοὶ ἀριστεύουσιν, ὀιστευτῆρες Ἐρώτων.
  5. ξεῖνον ἔχω καὶ ἄπιστον ἐγὼ πόθον, ὅττι διώκω
  6. κούρης νεκρὸν ἔρωτα καταφθιμένων ὑμεναίων·
  7. ἄπνοος οἶστρος ἔχει με τὸν ἔμπνοον· εἰ θέμις εἰπεῖν,
  8. χείλεα φωνήεντα καὶ ἔμπνοα ταῦτα γενέσθω,
  9. σῶν γλυκερῶν στομάτων ἵνα, παρθένε, μῦθον ἀκούσω---
  10. τοῖον ἔπος βοόωσα· ʽκυλινδομένην ἐνὶ γαίῃ,
  11. ἣν κτάνες, ἣν σύλησας, ἀτάσθαλε, κάλλιπε κούρην·
  12. ἣν σέο χαλκὸς ἔταμνεν, ἐμοῦ μὴ ψαῦε χιτῶνος·
  13. τί κρατέεις κενεῶνα, τὸν οὔτασας; ἴσχεο δειλῆς
  14. ἀμφαφόων ἐμὀν ἕλκος, ὅ μοι πόρες. ἐρρέτω αἰχμή,
  15. ἐρρέτω ἡμετέρης παλάμης θράσος, ὅττι λιποῦσα
  16. Σειληνοὺς πολιῇσιν ὑποφρίσσοντας ἐθείραις
  17. καὶ Σατύρων δύσμορφον ὅλον γένος, ἀντὶ γερόντων,
  18. ἀντὶ δασνστέρνων ἁπαλὴν ἐδάμασσε γυναῖκα.
  19. ἀλλὰ ποθοβλήτοιο τεοῦ χροὸς ἕλκος ἀφάσσων
  20. ποίην καλλιβότοιο διαστείχων ῥάχιν ὕλης