Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μὴ Παφίης ἀλέγοντες ἀφειδήσωσιν Ἐνυοῦς.
  2. καί τις ὑπὲρ δαπέδοιο περισκαίρουσα κονίῃ
  3. παρθενικὴ γυμνοῦτο· παρελκομένου δὲ χιτῶνος
  4. ἀγλαΐῃ κεκόρυστο καὶ ἱμείροντα φονῆα
  5. οὔτασεν οὐτηθεῖσα, βέλος δέ οἱ ἔπλετο μορφή,
  6. καὶ φθιμένη νίκησε· κατʼ ἀντιβίοιο δὲ γυμνοὶ
  7. μηροὶ ἐθωρήχθησαν, ὀιστευτῆρες Ἐρώτων.
  8. καὶ νύ κε νεκρὸν ἔχων πόθον ἄπνοον, ὥς περ Ἀχιλλεύς,
  9. ἄλλην Πενθεσίλειαν ὑπὲρ δαπέδοιο δοκεύων
  10. ψυχρὰ κονιομένης προστύξατο χείλεα νύμφης,
  11. εἰ μὴ Δηριαδῆος ἐδείδιεν ὄγκον ἀπειλῆς.
  12. καὶ γυμνῆς σκοπίαζεν ἀναινομένης χρόα κούρης,
  13. καὶ σφυρὰ λευκὰ δόκευε καὶ ἀσκεπέων πτύχα μηρῶν,
  14. καὶ μελέων ἔψανσε, καὶ ἥψατο πολλάκι μαζοῦ
  15. οἰδαλέου ῥοδόεντος, ἐοικότος εἰσέτι μήλῳ·
  16. ἤθελε καὶ φιλότητι μιγήμεναι· ὀψὲ δὲ κάμνων
  17. τοίην ἱμερόεσσαν ἀνήρυγεν ἄφρονα φωνήν·
  18. παρθενικὴ ῥοδόπηχυ, τεὸν δυσέρωτα φονῆα
  19. οὔτασας οὐταμένη, φθιμένη ζώοντα δαμάζεις,
  20. καὶ σὺ τεὸν βλεφάροισιν ὀιστεύεις ὀλετῆρα·