Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μαιναλίδας φυγάδας διζήμενος. ἀμφὶ δὲ πύργους
  2. Βασσαρίδες κελάδησαν ἀνάμπυκες Εὐάδι φωνῇ.
  3. Δηριάδης δʼ ἐδίωκε τὸ δεύτερον, ἔγρετο δὲ Ζεὺς
  4. Καυκάσου ἐν κορυφῇσιν ἀπορρίψας πτερὸν Ὕπνου·
  5. καὶ δόλον ἠπεροπῆα μαθὼν κακοεργέος Ἥρης
  6. Σειληνοὺς ἐδόκευε πεφυζότας, ἔδρακε Βάκχας
  7. σπερχομένας ἀγεληδὸν ἀπὸ τριόδων, ἀπὸ πύργων,
  8. καὶ Σατύρους κείροντα καὶ ἀμώοντα γυναῖκας
  9. Δηριάδην ἐνόησεν ὀπίστερον, ὄρχαμον Ἰνδῶν,
  10. υἱέα δʼ ἐν δαπέδῳ κατακείμενον· ἀμφὶ δὲ νύμφαι
  11. ἐγγὺς ἔσαν στεφανηδόν· ὁ δʼ ἐν στροφάλιγγι κονίης
  12. κεῖτο καρηβαρέων, ὀλιγοδρανὲς ἄσθμα τιταίνων,
  13. ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.
  14. καὶ φθονερῆς ἤλεγξε δόλον δυσμήχανον Ἥρης,
  15. καὶ δολίην παράκοιτιν ἐμέμψατο κέντορι μύθῳ·
  16. καί νύ κεν ἀχλυόεντος ὁμέστιον Ἰαπετοῖο
  17. ὕπνον ὀμιχλήεντι κατεκλήισσε βερέθρῳ,
  18. εἰ μὴ Νὺξ ἱκέτευε, θεῶν δμήτειρα καὶ ἀνδρῶν.
  19. καὶ μόγις εὐνήσας ὀλοὸν χόλον ἴαχεν Ἥρῃ·
  20. οὔ πω ἐμῆς Σεμέλης ἐκορέσσαο, δύσμαχος Ἥρη,