Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλʼ ἔτι καὶ φθιμένῃ τάχα χώεαι; οὐδὲ καὶ αὐτὴ
  2. σὸν κότον ἐπρήυνεν ἀτέρμονα νυμφιδίη φλόξ,
  3. λέκτρα διασκεδάσασα Διοβλήτοιο Θυώνης;
  4. Ἰνδοφόνῳ τέο μέχρις ἐπιβρίθεις Διονύσῳ;
  5. ἅζεο σοὺς προτέρους πάλιν ἄκμονας· εἰσέτι κεῖνοι,
  6. εἰσέτι μοι παρέασιν ἀρηγόνες, οὓς ποσὶ δήσας
  7. ὑμετέροις ἔσφιγξα· σὺ δʼ ἄστατος ὑψόθι γαίης
  8. αἰθέρι καὶ νεφέλῃσι μετάρσιον εἶχες ἀνάγκην·
  9. καὶ θρασὺς ἐν νεφέλῃσι περίπλοκον ὑψόθι γαίης
  10. δέσμιον εἶδεν Ἄρης σε, καὶ οὐ χραίσμησε τεκούσῃ·
  11. οὐ πυρόεις Ἥφαιστος ἐπήρκεσεν· οὐ δύναται γὰρ
  12. τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ.
  13. δήσω σὰς παλάμας χρυσέῳ πάλιν ἠθάδι δεσμῷ·
  14. Ἄρεα δʼ ἀρραγέεσσιν ἀλυκτοπέδῃσι πεδήσω
  15. εἰς τροχὸν αὐτοκύλιστον ὁμόδρομον, οἷος ἀλήτης
  16. Τάνταλος ἠερόφοιτος ἤ Ἰξίων μετανάστης·
  17. καί μιν ἀναλθήτοισιν ὅλον πληγῇσιν ἱμάσσω,
  18. εἰσόκε νικήσειεν ἐμὸς πάις υἱέας Ἰνδῶν.
  19. ἀλλὰ τεῷ Κρονίωνι χαρίζεαι, αἴ κεν ἐλάσσῃς
  20. λύσσαν ἐριπτοίητον ἱμασσομένου Διονύσου,