Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χειρὶ δὲ θεσπεσίῃ βριαρὴν κληῖδα πυλάων
  2. ἠλιβάτων ὤιξε, καὶ ἠέλιος πέλε Βάκχαις.
  3. Ἠματίην δʼ ὅτε νύκτα φαεσφόρος ἤλασεν Ἑρμῆς,
  4. Δηριάδης ὑπέροπλος ἔχων ἀτέλεστον ἀπειλὴν
  5. Βασσαρίδων μάστευε λιπόπτολιν ἑσμὸν ὁδίτην.
  6. ὡς δʼ ὅτε τις κατὰ νύκτα βαθυπλούτοις ἐν ὀνείροις
  7. τέρπεται ἀπρήκτοισιν ἐπʼ ἐλπωρῇσιν, ἀείρων
  8. ἀφνειαῖς παλάμῃσι μινυνθαδίου χύσιν ὄλβου,
  9. ὑπναλέων κτεάνων ἀπατήλιον ἐλπίδα βόσκων·
  10. ἀλλʼ ὅτε φαινομένης ῥοδοειδέος ἠριγενείης
  11. χάζεται εὐκτεάνοιο παλίλλυτος ὄψις ὀνείρου,
  12. σὺν κενεαῖς παλάμῃσιν ἐγείρεται, οὐδὲν ἀείρων,
  13. ῥίψας κλεψινόων σκιοειδέα τέρψιν ὀνείρων·
  14. ὣς τότε Δηριάδης, ὅτε μὲν ζόφος εἶχεν ἀγυιάς,
  15. τέρπετο Βασσαρίδων δοκέων αὐτόσσυτον ἄγρην
  16. ἀμφιέπειν ἔντοσθεν ἐεργομένων πυλεώνων,
  17. ψευδομένην ἀνόνητον ἔχων σκιοειδέα νίκην·
  18. ἀλλʼ ὅτε φέγγος ἔλαμψε, καὶ οὐκέτι δέρκετο Βάκχας,
  19. ὡς ὄναρ ἔδραμε πάντα, καὶ ἴαχε πενθάδι φωνῇ.
  20. ὡς Διὶ καὶ Φαέθοντι χολώετο καὶ Διονύσῳ,