Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἱ μὲν ἀμιτρώτοιο διαΐσσοντες ἐθείρης,
  2. οἱ δὲ δρακοντοκόμοιο διʼ ἰξύος, οἱ δʼ ἀπὸ κόλπου
  3. Ἄρεα συρίζοντες ἐβακχεύοντο μαχηταί.
  4. ὄφρα μὲν ὑψιλόφοιο πρὸ ἄστεος ἵστατο Μορρεύς,
  5. Χαλκομέδην δολόεσσαν ἀνήνυτον εἰς γάμον ἕλκων,
  6. τόφρα δὲ Βασσαρίδος στρατιῆς εὔοπλος Ἐνυὼ
  7. ἔγχος ἀτειρήεντος ἀλεύατο Δηριαδῆος.
  8. καὶ γὰρ ἀπʼ Οὐλύμποιο θορὼν ὠκύπτερος Ἑρμῆς,
  9. ἀντίτυπον Βρομίοιο φέρων ἴνδαλμα προσώπου,
  10. Βακχείην ἐκάλεσσεν ὅλην στίχα μύστιδι φωνῇ·
  11. δαιμονίην δὲ γυναῖκες ὅτʼ ἔκλυον Εὔιον ἠχώ,
  12. εἰς ἕνα χῶρον ἵκανον· ἀπὸ τριόδων δὲ κομίζων
  13. Μαιναλίδων ὅλον ἔθνος ἐς ἀγκύλα κύκλα κελεύθου
  14. ἤγαγεν ὠκυπέδιλος, ἕως σχεδὸν ἤιε πύργων·
  15. καὶ φυλάκων στοιχηδὸν ἀκοιμήτοισιν ὀπωπαῖς
  16. νήδυμον ὕπνον ἔχευεν ἑῇ πανθελγέι ῥάβδῳ
  17. φώριος Ἑρμείας, πρόμος ἔννυχος· ἐξαπίνης δὲ
  18. Ἰνδοῖς μὲν ζόφος ἦεν, ἀθηήτοισι δὲ Βάκχαις
  19. φέγγος ἔην ἀδόκητον· ἀδουπήτων δὲ γυναικῶν
  20. λάθριος ἡγεμόνευε διʼ ἄστεος ἄπτερος Ἑρμῆς·