Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Χαλκομέδη δολόεσσα· μεταστρεφθεῖσα δὲ κούρη
  2. Μορρέος ἀχλαίνοιο σαόφρονας εἷλκεν ὀπωπάς,
  3. ἀσκεπὲς αἰδομένη δέμας ἀνέρος· εἰσιδέειν γὰρ
  4. ἅζετο θῆλυς ἐοῦσα λελουμένον ἄρσενα κούρη.
  5. ἀλλʼ ὅτε χῶρον ἔρημον ἐσέδρακεν ἅρμενον εὐναῖς,
  6. τολμηρὴν παλάμην ὀρέγων αἰδήμονι νύμφῃ
  7. εἵματος ἀψαύστοιο σαόφρονος ἥψατο κούρης·
  8. καί νύ κεν ἀμφίζωστον ἑλὼν εὐήνορι δεσμῷ
  9. νυμφιδίῳ σπινθῆρι βιήσατο θυιάδα κούρην·
  10. ἀλλά τις ἀχράντοιο δράκων ἀνεπήλατο κόλπου,
  11. παρθενικῆς ἀγάμοιο βοηθόος, ἀμφὶ δὲ μίτρην
  12. ἀμφιλαφὴς κυκλοῦτο φυλάκτορι γαστέρος ὁλκῷ·
  13. ὀξὺ δὲ συρίζοντος ἀσιγήτων ἀπὸ λαιμῶν
  14. πέτραι ἐμυκήσαντο· φόβῳ δʼ ἐλελίζετο Μορρεὺς
  15. αὐχένιον μύκημα νόθης σάλπιγγος ἀκούων,
  16. παπταίνων ἀγάμοιο προασπιστῆρα κορείης·
  17. καὶ πρόμος ἀμφιέλικτος ἀνεπτοίησε μαχητήν,
  18. οὐρὴν ἀγκυλόκυκλον ἐπʼ αὐχένι φωτὸς ἑλίξας,
  19. ἔγχος ἔχων στόμα λάβρον· ἐτοξεύοντο δὲ πολλοὶ
  20. ἰὸν ἀκοντίζοντες ἐχιδνήεντες ὀιστοί·