Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δέρκεο σοὺς θεράποντας, ὑποδρηστῆρας Ἐρώτων,
  2. καὶ θρασὺν αὐχένα κάμψον ἀνικήτῳ Κυθερείῃ.
  3. Ἆρες, ἐνικήθης, ὅτι χάλκεον ἔγχος ἐάσας
  4. νεβρίδα Χαλκομέδης γαμίην ὑπεδύσατο Μορρεύς.
  5. εἶπε μόθους γελόωσα φιλομμειδὴς Ἀφροδίτη,
  6. Ἄρεα κερτομέουσα γαμοστόλον, ἄγχι δὲ πόντου
  7. καλλείψας ἀκόμιστον ἐπʼ αἰγιαλοῖο χιτῶνα
  8. θαλπόμενος γλυκερῇσι μεληδόσι λούσατο Μορρεύς,
  9. γυμνὸς ἐών· ψυχρῇ δὲ δέμας φαίδρυνε θαλάσσῃ,
  10. θερμὸν ἔχων Παφίης ὀλίγον βέλος· ἐν δὲ ῥεέθροις
  11. Ἰνδῴην ἱκέτευεν Ἐρυθραίην Ἀφροδίτην,
  12. εἰσαΐων, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης·
  13. λουσάμενος δʼ ἀνέβαινε μέλας πάλιν· εἶχε δὲ μορφήν,
  14. ὡς φύσις ἐβλάστησε, καὶ ἀνέρος οὐ δέμας ἅλμη,
  15. οὐ χροιὴν μετάμειψεν, ἐρευθαλέη περ ἐοῦσα.
  16. καὶ κενεῇ χρόα λοῦσεν ἐπʼ ἐλπίδι· χιόνεος γὰρ
  17. ἱμερόεις μενέαινε φανήμεναι ἄζυγι κούρῃ·
  18. καὶ λινέῳ κόσμησε δέμας χιονώδεϊ πέπλῳ,
  19. οἷον ἔσω θώρηκος ἀεὶ φορέουσι μαχηταί.
  20. ἱσταμένη δʼ ἄφθογγος ἐπʼ ᾐόνος εἶχε σιωπὴν