Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μορρέος ἐχθρὸν Ἔρωτα τριηκοστῷ ἐνὶ πέμπτῳ δίζεο Βασσαρίδων τε φόνον καὶ Ἄρηα γυναικῶν.
  2. Δηριάδης δʼ ἀπέλεθρος ἐμάρνατο θυιάδι χάρμῃ,
  3. καὶ βρομίου προπόλοισιν ἐπέχραε κοίρανος Ἰνδῶν,
  4. πῇ μὲν ἀκοντίζων δολιχῷ δορί, πῇ δὲ δαΐζων
  5. ἄορι κωπήεντι, χαραδραίοις δὲ βελέμνοις
  6. τοξεύων πεφόρητο καὶ ὀξυτέροισιν ὀιστοῖς.
  7. ὣς αἱ μὲν κλονέοντο κατὰ πτόλιν ἔνδοθι πύργων
  8. ἔγχεϊ Δηριάδαο· πολυγλώσσῳ δὲ κυδοιμῷ
  9. ἀμφοτέρων κτύπος ἦεν· ἐρευθιόωντι δὲ λύθρῳ
  10. ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ
  11. κτεινομένων καναχηδὸν ἐν ἄστεϊ θηλυτεράων.
  12. ἀκλινέες δὲ γέροντες ἀερσιλόφων ἐπὶ πύργων
  13. φύλοπιν ἐσκοπίαζον· ὑπὲρ τεγέων δὲ καὶ αὐταὶ
  14. θυρσοφόρον στίχα πᾶσαν ἐθηήσαντο γυναῖκες·
  15. καί τις ὑπὲρ μεγάροιο περικλινθεῖσα τιθήνῃ
  16. παρθένος ἑλκεσίπεπλος ἐδέρκετο θῆλυν Ἐνυώ,
  17. καὶ κταμένῃ βαρύδακρυς ἐπέστενεν ἥλικι κούρῃ.
  18. οὐδέ τις ἱμερόεσσαν ἑλὼν ἐβιήσατο νύμφην,
  19. ὅττι γυναιμανέεσσιν ἄναξ ἐπετέλλετο λαοῖς,
  20. φεύγειν δήια λέκτρα δορικτήτων ὑμεναίων,