Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἱμαλέον θώρηκα. καὶ ἔντεα κείμενα γαίῃ
  2. Μορρέος ἱμείροντος ἐδείκνυεν Ἄρεϊ Κύπρις
  3. μορφῇ ἀθωρήκτῳ νικώμενα Χαλκομεδείης·
  4. καί τινα μῦθον ἔειπεν, ἑὸν δʼ ἐρέθιζεν ἀκοίτην·
  5. Ἆρες, ἐσυλήθης· πολέμους ἠρνήσατο Μορρεύς,
  6. οὐ φορέων θώρηκα καὶ οὐ ξίφος· ἀλλὰ γυναῖκα
  7. ἱμερτὴν ποθέων ἀπεσείσατο τεύχεα χειρῶν.
  8. καὶ σὺ τεὸν δόρυ θοῦρον ἀναίνεο, καὶ σὺ θαλάσσῃ
  9. λούεο σῶν σακέων γυμνούμενος· ἀπτόλεμος γὰρ
  10. Κύπρις ἀριστεύει πλέον Ἄρεος, οὐδὲ χατίζει
  11. ἀσπίδος, οὐ μελίης ποτὲ δεύεται· ἀμφότερον γὰρ
  12. ἔγχος ἐμὸν πέλε κάλλος ἐμὸν ξίφος ἔπλετο μορφή,
  13. καὶ βλεφάρων ἀκτῖνες ἐμοὶ γεγάασιν ὀιστοί·
  14. μαζὸς ἀκοντίζει πλέον ἔγχεος· ἱμερόεις γὰρ
  15. ἀντὶ δοριθρασέος θαλαμηπόλος ἔπλετο Μορρεύς.
  16. μὴ Σπάρτης ἐπίβηθι, μαχήμονες ἧχι πολῖται
  17. χάλκεον εἶδος ἔχουσι κορυσσομένης Ἀφροδίτης,
  18. μή σε δόρυ κρατέουσα τεῷ πλήξειε σιδήρῳ.
  19. οὐ τόσον αἰχμάζεις, ὅσον ὀφρύες· οὐ τόσον αἰχμαὶ
  20. ἀνέρας οὐτάζουσιν, ὅσον βάλλουσιν ὀπωπαί·