Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ψευσαμένη· γελάσας δὲ δυσίμερος ἔννεπε Μορρεύς·
  2. οὐ νέμεσις, Μορρῆα τὸν εὐπήληκα μαχητὴν
  3. χάλκεον ἔγχος ἔχειν ἐνὶ παστάδι Χαλκομεδείης,
  4. ὄφρα περιπτύξω σε, φερώνυμε, χαλκὸν ἀείρων·
  5. ἔμπης φοίνιον ἔγχος ἀναίνομαι, οὐδὲ βοείης
  6. ἅπτομαι· ὡς ἐθέλεις δέ, λελουμένος εἰς σὲ χορεύω
  7. χερσὶν ἀναιμάκτοισι, καὶ ἔσσομαι ἄλλος[*](So MSS.: Ludwich οὖλος.) ἀκοίτης,
  8. γυμνὸς Ἄρης μετὰ δῆριν ἔχων γυμνὴν Ἀφροδίτην.
  9. καύρην Δηριαδῆος ἀναίνομαι· αὐτὸς ἐλάσσω
  10. ἐκ μεγάρων ἀέκουσαν ἐμὴν ζηλήμονα νύμφην·
  11. οὐκέτι Βασσαρίδεσσι κορύσσομαι, εἴ με κελεύεις,
  12. ἀλλὰ φίλοις ναέτῃσι μαχέσσομαι· Ἰνδὸν ὀλέσσω
  13. οἴνοπα θύρσον ἔχων, οὐ χάλκεον ἔγχος ἀείρων·
  14. ῥίψω δ̓ἔντεα πάντα καὶ ἄνθεα λεπτὰ τινάξω,
  15. ὑμετέρῳ βασιλῆι συναιχμάζων Δινύσῳ.
  16. ὣς εἰπὼν παλάμης μελίην ἀπεσείσατο Μορρεύς,
  17. καὶ λίφον ἰδρώοντος ἀπεσφήκωσε καρήνου,
  18. μυδαλέης δʼ ἔρρεψεν ἑῆς τελαμῶνα βοείης
  19. εὐκαμάτῳ ῥαθάμιγγι λελουμένον ὴθάδος ὤμου·
  20. λύσατο καὶ χάλκειον ἀπὸ στέρνοιο χιτῶνα,