Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ τί μάτην δόρυ θοῦρον ἀείρομαι; εἶξον, ἀκωκή·
  2. εἰ Παφίη νίκησεν ἀκοντιστῆρα κεραυνοῦ,
  3. εἰ πολέμων σκηπτοῦχον ἑῷ σπινθῆρι δαμάζει,
  4. εἰ φλογερὸν Φαέθοντα κατέφλεγε μείζονι πυρσῷ
  5. καὶ κλονέει πυρόεντα,τί κεν ῥέξαιμι σιδήρῳ;
  6. εἴπατέ μοί τινα μῆτιν ἀρηγόνα Κυπρογενείης·
  7. οὐτήσω τὸν Ἔρωτα; πόθεν πτερόεντα κιχήσω;
  8. ἔγχος ἀερτάζω; πυρὶ μάρναται, ἆορ ἐρύσσω;
  9. τόξον ἔχει, τὸ δὲ τόξον ἐμῆς φρενὸς ἁπτόμενον πῦρ.
  10. πολλάκις οὐτήθην κατὰ φύλοπιν· ἀλλὰ καμόντα
  11. ἰητήρ με σάωσεν ἑῇ ζωαρκέι τέχνῃ,
  12. ὠτειλῇ μελέων ὀδυνήφατον ἄνθος ἑλίξας.
  13. Ὕσσακε, μὴ κρύψῃς, τίνα φάρμακα ποικίλα πάσσων
  14. ἔνδον ἐμῆς κραδίης ἰήσομαι ἕλκος Ἐρώτων.
  15. εἰμὶ μὲν ἀντιβίοισιν ἀεὶ θρασύς· ἀλλʼ ὅτε λεύσσω
  16. Χαλκομέδην παρεοῦσαν, ἐμὴ θηλύνεται αἰχμή.
  17. οὐ τρομέω Διόνυσον· ὑποπτήσσω δὲ γυναῖκα,
  18. ὅττι σέλας πέμπουσα ποθοβλήτοιο προσώπου
  19. μορφῇ ὀιστεύει με, καὶ οὐκέτι τόξα τιταίνω.
  20. ὣς ἄρα Νηρεΐδων μίαν ἔδρακον· εἰ θέμις εἰπεῖν,