Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πασάων προφέρουσα φαείνεται, οἷα καὶ αὐτὴ
  2. φαιδροτέραις ἀκτῖσι κατακρύπτει σέλας ἄστρων
  3. μαρμαρυγὴν εὔκυκλον ἀκοντίζουσα Σελήνη.
  4. καὶ διδύμοις βελέεσσι κορύσσεται εἰν ἑνὶ θεσμῷ,
  5. κάλλεϊ τοξεύουσα καὶ αἰχμάζουσα σιδήρῳ·
  6. ἔστι δὲ Πασιθέη κορυθαιόλος, ἥν τινα Βάκχαι
  7. Χαλκομέδην καλέουσιν· ἐγὼ δέ μιν αὐτὸς ἐνίψω
  8. Ἄρτεμιν ἀργυρόπεζαν ἠὲ [*](So MSS.) χρύσασπιν Ἀθήνην.
  9. ὥς φάμενος σίγησε· καὶ ὀφρύος ἄκρα καθέλκων
  10. αἰδομένοις στομάτεσσι δυσίμερος ἔννεπε Μορρεύς·
  11. ἀτρεκέως Διόνυσος ἐδύσατο κῦμα θαλάσσης
  12. δειμαίνων Λυκόοργον, ὑποβρυχίοιο δὲ κόλπου
  13. Νηρεΐδας θώρηξε, καὶ ἐξ ἁλὸς ἦλθε κομίζων
  14. εἰναλίην ἐς Ἄρηα κασιγνήτην Ἀφροδίτην·
  15. ἀντὶ δὲ νυμφιδίοιο καὶ εὐόδμοιο χιτῶνος
  16. δῶκεν ἔχειν θώρηκα σιδήρεον, ἀντὶ κεστοῦ
  17. χάλκεον ἔγχος ὄπασσε· καὶ οὔνομα τὸ πρὶν ἀμείψας
  18. Χαλκομέδην ὀνόμηνε κορυσσομένην Ἀφροδίτην·
  19. ἔστι δὲ Βασσαρίδεσσι συνέμπορος· ἀμφοτέροις δὲ
  20. μάρναμαι ἀγνώσσων, καὶ Κύπριδι καὶ Διονύσῳ.