Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἢ Θέτις ἢ Γαλάτεια συναιχμάζει Διονύσῳ.
  2. εἶπε, καὶ ἀκροτάτοισι μόγις βραδὺς ἴχνεσι βαίνων,
  3. μὴ νυχίην εὕδουσαν ἑὴν παράκοιτιν ἐγείρῃ,
  4. εἰς θάλαμον πάλιν ἦλθε· μελαγκόλποιο δὲ νύμφης
  5. τηλόχεν ἔτραπεν ὄμμα, καὶ ἤθελεν, ὄφρα φανεῖσα
  6. Χαλκομέδη λάμψειε καὶ ἠριγένεια φανείη.
  7. ἀσχαλόων δʼ ὑπʼ Ἔρωτι κατηφέι κάππεσεν εὐνῇ·
  8. καὶ θεράπων ἄγρυπνος ἔχων πόθον ἡδέος ὕπνου
  9. Ὕσσακος αὖτις ἔδαρθεν ἑῆς ἐφύπερθε βοείης.
  10. Μορρέα δʼ ὑπνώοντα παρήπαφεν ὄψις ὀνείρου,
  11. κλεψινόων ἐλέφαντος ἀναΐξασα πυλάων,
  12. καί τινα μῦθον ἔειπεν ἐπήρατον ἠπεροπῆα·
  13. δέχνυσο Χαλκομέδην πειθήμονα, νυμφίε Μορρεῦ·
  14. δέξο καὶ ἐν λεχέεσσι μετὰ πτολέμους σέο νύμφην·
  15. ἠματίην ὁρόων με τεὴν ηὔφρηνας ὀπωπήν,
  16. καὶ νυχίῃ παρίαυε φιλήνορι Χαλκομεδείῃ.
  17. ἔστι καὶ ὑπναλέοιο γάμου χάρις, ἔστι καὶ αὐτῶν
  18. ἱμερόεις γλυκὺς οἶστρος ὀνειρείων ὑμεναίων.
  19. ἤθελον ἀγκὰς ἔχειν σε, καὶ ἐγγύθι φαίνεται Ἠώς.
  20. ὣς φαμένη πεπότητο· καὶ ἐξ ὕπνου θόρε Μορρεύς,