Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παφλάζων ὀδύνῃσι ποθοβλήτοιο μερίμνης.
  2. τὸν δὲ παλινδίνητον ἀλώμενον ὑψόθεν ὄχθης
  3. μουνάδος ἀμνήστοιο λελοιπότα δέμνια νύμφης,
  4. ἔδρακεν ἐγρήσσων θρασὺς Ὕσσακος· ὡς δολόεις δὲ
  5. κρυπτὸν ἀτεκμάρτων ἐφράσσατο κέντρον Ἐρώτων,
  6. πιστότατος θεράπων· δολίῳ δέ μιν εἴρετο μύθῳ,
  7. τοῖον ἔπος προχέων ἀπατήλιον ἀνθερεῶνος·
  8. τίπτε λιπὼν σέο λέκτρα καὶ ὑπναλέην σέο νύμφην
  9. πλάζεαι ἔνθα καὶ ἔνθα κατὰ κνέφας, ἄτρομε Μορρεῦ;
  10. μὴ τάχα Δηριάδης σε διεπτοίησεν ἀπειλῇ;
  11. μή σοι Χειροβίη κοτέει ζηλήμονι θυμῷ
  12. ἐλπομένη φιλέειν σε δορικτήτην τινὰ Βάκχην;
  13. καὶ γὰρ ὅτʼ εἰσορόωσιν ἐρωμανέοντας ἀκοίτας,
  14. κρυπταδίην διὰ Κύπριν ἀεὶ φθονέουσι γυναῖκες.
  15. μὴ τάχα πανδαμάτωρ θρασὺς Ἵμερος εἰς σὲ κορύσσει
  16. νυμφιδίους σπινθῆρας ἀκοιμήτοιο φαρέτρης;
  17. μή τινα Βασσαρίδων ποθέεις μίαν; ὡς μὲν ἀκούω,
  18. τρεῖς Χάριτες γεγάασι, χορίτιδες Ὀρχομενοῖο,
  19. ἀμφίπολοι Φοίβοιο, χοροπλεκέος δὲ Λυαίου
  20. εἰσί τριηκοσίων Χαρίτων στίχες, ὧν μία μούνη