Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μειλιχίῃ παλάμῃ πεφιδημένον ἔγχος ἀείρων·
  2. καὶ βλοσυρῆς κελάδησε βοῆς ἀπατήλιον Ἠχώ,
  3. ὡς ἐτεὸν κοτέων πρόμος ἤπιος· ἀμφότερον γάρ,
  4. εἶχε νόον γελόωντα, χόλον δʼ ἀνέφηνε προσώπῳ.
  5. ἦκα δὲ δινήσας σφαλερὴν προέηκεν ἀκωκὴν
  6. εἰς σκοπὸν ἀχρήιστον ἑκούσιος· ἡ δὲ φυγοῦσα
  7. ἠερίαις ταχύγουνος ἐπέτρεχε σύνδρομος αὔραις·
  8. τῆς δὲ τιταινομένης ἀνεμώδεϊ γούνατος ὁρμῇ
  9. πλοχμοὺς βοτρυόεντας ἀνερρίπιζον ἀῆται,
  10. αὐχένα γυμνώσαντες ἐριδμαίνοντα Σελήνῃ·
  11. φειδομένοις δὲ πόδεσσιν ἑκούσιος ἔτρεχε Μορρεύς,
  12. πῇ μὲν ἐυρραφέων ποδὸς ἴχνια γυμνὰ πεδίλων
  13. εἰς σφυρὰ παπταίνων ῥοδοειδέα, πῇ δὲ δοκεύων
  14. πλαζομένης ἑλικηδὸν ὀπίστερα βόστρυχα χαίτης
  15. Χαλκομέδην ἐδίωκε· καὶ ἴαχεν ἡδέι μύθῳ,
  16. μείλιχον ἀφλοίσβοιο χέων ἔπος ἀνθερεῶνος·
  17. μίμνέ με, Χαλκομέδεια, τὸν ἱμείροντα μαχητήν·
  18. ῥύεται ἀγλαΐη σε, καἰ οὐ δρόμος· οὐ τόσον αἰχμαὶ
  19. ἅνδρα βαλεῖν δεδάασιν, ὅσον σπινθῆρες Ἐρώτων.
  20. δήιος οὐ γενόμην, μὴ δείδιθι· μαρνάμενον γάρ