Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λεπταλέου σφριγόωσαν ἴτυν τεκμαίρετο μαζοῦ.
  2. καἰ λίθον εὐποίητον ἴσον τροχοειδέι δίσκῳ
  3. παρθένος ἁρπάξασα, πελώριον ἄχθος ἁμάξης,
  4. Μορρέος εὐπήληκος ἀκόντισεν ἴδμονι τέχνῃ·
  5. καἰ λίθος ἠερόθεν πεφορημένος ὀξέι ῥοίζῳ
  6. ἀσπίδος ἄκρον ἄραξεν, ὅπῃ χρυσήλατος εἰκὼν
  7. Χειροβίης νόθον εἶχε δέμας ψευδήμονι μορφῇ,
  8. ποιητὸν δὲ κάρηνον ἀπέξεσε, βαλλομένῃ δὲ
  9. μαρμαρέῃ γλωχῖνι χαρασσομένοιο προσώπου
  10. μιμηλῆς ἀμάθυνε περίτροχον εἰκόνα μορφῆς·
  11. καὶ σάκος ὀλβίζων ἀνεπάλλετο πολλάκι Μορρεύς,
  12. καὶ κραδίῃ γελόων κρυφίην ἐφθέγξατο φωνήν·
  13. ἄτρομε Χαλκομέδεια, νέη ῥοδοδάκτυλε Πειθώ,
  14. Κύπριδος ἁβρὸν ἄγαλμα καὶ εὐθώρηκος Ἀθήνης,
  15. Βακχιὰς ἠριγένεια καὶ οὐ δύνουσα Σελήνη,
  16. γραπτὸν ἐμῆς ἀλόχου τύπον ἔξεσας· αἴθε καὶ αὐτῆς
  17. Χειροβίης ἤμησας ἀληθέος αὐχένα νύμφης.
  18. ὣς εἰπὼν ἐδίωκε πρὸ ἄστεος ἄζυγα κούρην,
  19. γλῶσσαν ἀπειλείουσαν ἔχων, οὐ χεῖρα κορύσσων,
  20. μῦθον ἀκοντίζων, οὐ παρθένον ἔγχεϊ νύσσων,