Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χαλκείην σέο κάλλος ἐμὴν νίκησεν ἀκωκήν·
  2. ἔγχεος οὐ χατέεις, οὐκ ἀσπίδος· ὑμετέρου γὰρ
  3. ὡς ξίφος, ὡς δόρυ θοῦρον, ἔχεις ἀκτῖνα προσώπου,
  4. καἰ μελίης πολὺ μᾶλλον ἀριστεύουσι παρειαί.
  5. φρικτὸν ἐμῆς παλάμης λέλυται σθένος· οὐ νέμεσις γάρ,
  6. εἰ δόρυ θοῦρον ἔχω νικώμενον, ὅττι καὶ αὐτὸς
  7. Κύπριδος ἱσταμένης θηλύνεται ἄγριος Ἄρης.
  8. δέξό με σοῖς Σατύροισιν ὁμόστολον· ἐν πολέμοις γὰρ
  9. Ἰνδοὶ ἀριστεύσουσιν, ἕως ἔτι χεῖρα κορύσσω.
  10. ἢν δʼ ἐθέλῃς, ἅτε λάτρις ὑποδρήσσω Διονύσῳ·
  11. ἢν ἐθέλῃς, με δάμαζε κατʼ αὐχένος ἢ κενεῶνος·
  12. οὐκ ἀλέγω θανάτοιο τεῇ δεδαϊγμένος αἰχμῇ·
  13. μοῦνον ἐμὲ στενάχιζε δεδουπότα· μυρομένης δὲ
  14. δάκρυα Χαλκομέδης με καἰ ἐξ Ἀίδαο κομίσσει.
  15. παρθένε, τί τρομέεις, ὅτι μείλιχον ἔγχος ἀείρω;
  16. σοὐς πλοκάμους ὁρόων ἑλικώδεας ὑψόθεν ὤμων
  17. ἀσκεπέων τρυφάλειαν ἐμῶν ἀπέθηκα κομάων·
  18. νεβρίδα παπταίνων στυγέω θώρηκα φορῆσαι.
  19. ὣς φαμένου παράμειβε γυνὴ καἰ ἐμίγνυτο Βάκχοις,
  20. καὶ φονίου Μορρῆος ἀποπλαγχθεῖσα κελεύθου