Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰς πόλιν αἰπύδμητον ἀελλόπος ἤλασε Μορρεὺς
- Βακχείην στίχα πᾶσαν ἀποσπάδα δηιοτῆτος.
- καὶ μογέων δόλον εἶχεν ἐτώσιον, ὄφρα κυδοιμοῦ
- ληίδα καλλιγύναικα λιπὼν μετανάστιον ἄγρην
- Χαλκομέδην ἐρύσειεν ὑπὸ ζυγὰ δουλοσυνάων,
- ἄλλαις θηλυτέπῃσιν ὁμόστολον, ὄφρά οἱ αἰεὶ
- ἠματίη θεράπαινα καἰ ἔννυχος εὐνέτις εἴη,
- καὶ διδύμων τελέσειεν ἀμοιβαδὶς ἔργα θεάων,
- λάθρια Κύπριδος ἔργα καὶ ἀμφαδὸν ἱστὸν Ἀθήνης ---
- Μορρεὺς δʼ οὐκ ἀμέλησε δορυσσόος· ἀγχιμάχῳ γὰρ
- Δηριάδῃ φύξηλιν ἐπέτρεπε θῆλυν Ἐνυώ,
- Βακχιάδος δὲ φάλαγγος ἐπέχραεν ἄρσενι χάρμῃ,
- ὄφρα περικλείσειε καὶ ἀνέρας· ἐν δὲ κυδοιμοῖς
- εἰς φόβον ἠπείγοντο. Θυελλήεσσα δὲ κούρη
- ἵστατο κοσμηθεῖσα πρὸ ἄστεος ἐγγύθι πύργου,
- παρθένος ἀκρήδεμνος· ἐρωμανέων δὲ γυναικῶν
- νεύμασι ποιητοῖσι τύπον μιμήσατο κούρη,
- ὄμματα δινεύουσα, καὶ ἠθάδος ἔκτοθι μίτρης
- λευκὸς ἐρευθιόωντι χιτὼν φοινίσσετο μαζῷ·
- Μορρεὺς δʼ εἰσορόων ἐπετέρπετο, καὶ διὰ πέπλου