Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ μόρον ἐγγὺς ἔχω διδυμόζυγον· ἰλυόεις γὰρ
  2. ξεῖνος δεσμὸς ἔχει με, καὶ οὐκέτι ταρσὸν ἀείρω,
  3. ὑγρὰ δὲ ῥιζώσασα πεπηγότα γούνατα πηλῷ
  4. ἵσταμαι ἀστυφέλικτος ἐγὼ Μοίρῃσιν ἑτοίμη·
  5. καὶ ποταμός με δίωκε, καὶ οὐ χυτὸν ἔτρεμον ὕδωρ·
  6. αἴθε καὶ οὗτος ἔην κελάδων ῥόος, ὄφρα καὶ αὐτοῦ
  7. χεῖρας ἐρετμώσασα διατμήξω μέλαν ὕδωρ.
  8. ἔννεπεν· οἰγομένῳ δὲ κατάρρυτα χεύματα λαιμῷ
  9. δεχνυμένη κατὰ βαιὸν ἀτυμβεύτῳ θάνε πότμῳ.
  10. αὐτὰρ ὁ Χαλκομέδης πεπεδημένος ἡδέι κέντρῳ
  11. Μαιναλίδων ἀσίδηρον ὅλον στρατὸν ἤλασε Μορρεὺς
  12. εἰς πόλιν ὀφρυόεσσαν, ὀπίστερος ἔγχεϊ νύσσων.
  13. ὡς δʼ ὅτε μηλονόμος πολυχανδέος εἰς μυχὰ μάνδρης
  14. συμμιγέων ὀίων σποράδας στίχας εἰς ἓν ἐλαύνων
  15. εἰροπόκων ἴθυνε καλαύροπι πώεα μήλων
  16. πασσυδίῃ, πολέες δὲ συνεστιχόωντο βοτῆρες
  17. μῆλα περισφίγγοντες ὁμόζυγι πήχεος ὁλκῷ
  18. προτροπάδην στοιχηδόν ἀρηρότα, μή ποτε ποίμνης
  19. κλειομένης πλάζοιτο παράτροπος ἑσμὸς ἀλήτης·
  20. ὣς ὅ γε θῆλυν ὅμιλον ἔσω πυλεῶνος ἐέργων