Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λείψανα θερμὰ φέρουσι μαραινομένων ὑμεναίων.
  2. εἶπεν ἄναξ ἀθέμιστος, Ἐνυαλίοιο δὲ γαμβροῦ
  3. ἀμφιπόλων στίχα πᾶσαν ἐδέξατο δῶρα κυδοιμοῦ
  4. Δηριάδης, Φλογίῳ δὲ καὶ Ἀγραίῳ πόρε Βάκχας
  5. ἑλκομένας πλοκαμῖδος· ὁμοπλέκτῳ δʼ ἐνὶ δεσμῷ
  6. ἀρραγέες παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες.
  7. τὰς μὲν ἄγων Φλόγιος βασιληίδος ἄγγελα νίκης
  8. σφιγγομένας πόμπευε διʼ ἄστεος. ὑψιτενεῖς δὲ
  9. αἱ μὲν ἐυγλυφάνοιο παρὰ προπύλαια μελάθρου
  10. ἀλχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·
  11. ἄλλαις θερμὸν ὄπασσε μόρον πυρόεντος ὀλέθρου·
  12. αἱ δὲ πεδοσκαφέεσσιν ἐτυμβεύοντο ῥεέθροις
  13. φρείατος ἐν γυάλοισιν, ὅπῃ βυθίων ἀπὸ κόλπων
  14. χερσὶν ἀμοιβαίαις βεβιημένον ἕλκεται ὕδωρ·
  15. καί τις ἔσω διεροῖο βαθυνομένου κενεῶνος
  16. ἡμιφανὴς ἀτίνακτος ἀμοιβαίῃ φάτο φωνῇ·
  17. ἔκλυον, ὡς Ἰνδοῖσι θεὸς πέλε γαῖα καὶ ὕδωρ·
  18. οὐδὲ μάτην ποτὲ τοῦτο φατίζεται· ἀμφότεροι γὰρ
  19. εἰς ἐμὲ θωρήχθησαν ὁμόφρονες, εἰμὶ δὲ μέσση
  20. καὶ χθονίου θανάτοιο καὶ ὑδατόεντος ὀλέθρου,