Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄξιά μοι πόρες ἕδνα φερεσσακέων ὑμεναίων,
  2. ἄστεα δουλώσας Κιλίκων ὑψήνορι νίκῃ.
  3. ἄρτι πάλιν νέα δῶρα χαρίζεαι· ἢν δʼ ἐθελήσῃς,
  4. ἄλλας Βασσαρίδας ληίσσεο, Χειροβίης δὲ
  5. ἀμφιπόλων ἔμπλησον ὅλον δόμον· ἀμφὶ δὲ Βάκχου
  6. οὐ χατέω Μορρῆος, ἀλυκτοπέδαις δὲ πεδήσας
  7. δούλιον εἰς ζυγόδεσμον ἐγὼ Διόνυσον ἐρύσσω.
  8. μοῦνον ἐμοὶ πεφύλαξο δορικτήτης πόθον εὐνῆς,
  9. μή σε γυναιμανέεσσιν ἴδω πανομοίιον Ἰνδοῖς·
  10. ὄμματα μὴ σκοπίαζε καὶ ἄργυφον αὐχένα Βάκχης,
  11. μὴ ποθέων τελέσειας ἐμὴν ζηλήμονα κούρην.
  12. αὐτὰρ ἐπὴν Βρομίου στρατιὴν ξύμπασαν ὀλέσσω,
  13. Μαιονίην ἐπὶ γαῖαν ἐλεύσομαι, ἔνθεν ἀφύξω
  14. Λυδῶν ἄσπετον ὄλβον, ὅσον Πακτωλὸς ἀέξει·
  15. ἵξομαι εἰς Φρυγίην εὐάμπελον, ὁππόθι Ῥείη
  16. παιδοκόμος Βρομίοιο, καὶ ἀγχικέλευθον ὀλέσσω
  17. ἀργυρέης Ἀλύβης πέδον ὄλβιον, ὄφρα κομίσσω
  18. φαιδρὰ ῥυηφενέων χιονώδεα νῶτα μετάλλων·
  19. πέρσω δʼ, ἣν καλέουσι, καὶ ἑπταπύλου χθόνα Θήβης,
  20. καὶ φλέξω Σεμέλης φλογερὸν δόμον, ὁππόθι παστοὶ