Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ γὰρ ἐπιχθονίοισιν ὁμοίιος ἔπλετο Μορρεύς,
  2. ἀλλὰ Γιγαντείων μελέων ὑψαύχενι μορφῇ
  3. Ἰνδῶν Γηγενέων μιμήσατο πάτριον ἀλκήν,
  4. ἠλιβάτου Τυφῶνος ἔχων αὐτόχθονα φύτλην,
  5. εὖτε πυριτρεφέων Ἀρίμων παρὰ γείτονι πέτρῃ
  6. σύγγονον ἠνορέην ἐπεδείκνυε μάρτυρι Κύδνῳ,
  7. ἕδνα φέρων θαλάμων, Κιλίκων ἱδρῶτας ἀέθλων,
  8. νυμφίος ἀκτήμων, ἀρετῇ δʼ ἐκτήσατο νύμφην.
  9. ὥς ποτε Μορρείοιο γάμου μνηστῆρι σιδήρῳ
  10. Ἀσσυρίη γόνυ κάμψε, καὶ εἰς ζυγὰ Δηριαδῆος
  11. αὐχένα πετρήεντα Κίλιξ δοχμώσατο Ταῦρος,
  12. καὶ θρασὺς ὤκλασε Κύδνος, ὅθεν Κιλίκων ἐνὶ γαίῃ
  13. Σάνδης Ἡρακλέης κικλήσκεται εἰσέτι Μορρεύς.
  14. καὶ τὰ μὲν ἐν προτέροισιν· ἐν ὀψιγόνῳ δὲ κυδοιμῷ
  15. θυιάδας ἐζώγρησεν ἀφειδέι δούρατι Μορρεύς·
  16. κυδιόων δʼ ἀχάλινον ἀπερροίβδησεν ἰωήν·
  17. σοὶ μὲν ἐγώ, σκηπτοῦχε, τεῆς κειμήλια κούρης
  18. βάκχας πρῶτον ἄγω, μετέπειτα δὲ Βάκχον ὀπάσσω.
  19. ὣς φαμένου Μορρῆος ἀμείβετο κοίρανος Ἰνδῶν·
  20. Χειροβίην ἀνάεδνον ἔχων, κορυθαιόλε Μορρεῦ,