Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐν πεδίῳ· τὸ γὰρ εἶπε σοφὴ Θέτις, ὄφρα σαώσῃ
  2. λαὸν ὅλον μογέοντα τινασσομένου Διονύσου.
  3. ἔνθα διατμήξας Χαρίτων ἴνδαλμα προσώπου
  4. Βασσαρίδας ζώγρησεν ἀνάλκιδας ἕνδεκα Μορρεύς,
  5. ἃς μετὰ Χαλκομέδην ἐκρίνατο· Μαιναλίδων δὲ
  6. χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
  7. καὶ στίχα λυσιέθειραν ὑπὸ ζυγὰ δούλια σύρων
  8. ληίδας ἀμφιπόλους ἑκυρῷ πόρε Δηριαδῆι,
  9. ἕδνον ἑῆς ἀλόχοιο τὸ δεύτερον, ἧς χάριν εὐνῆς
  10. νυμφοκόμον μόθον εἶχεν ἀερσιλόφῳ παρὰ Ταύρῳ,
  11. ὁππότε Δηριάδαο νέην βασιληίδα κούρην,
  12. ἥλικα Χειροβίην, ζυγίῳ σφηκώσατο δεσμῷ·
  13. οὐ γὰρ δῶρον ἔδεκτο γαμήλιον ὄρχαμος Ἰνδῶν
  14. παιδὸς ἑῆς, οὐ χρυσὸν ἐπήρατον, οὐ λίθον ἅλμης
  15. μαρμαρέην, ἀγέλας δὲ βοῶν καὶ πώεα μήλων
  16. Δηριάδης ἀπέειπε, καὶ ἐγρεμόθοισι μαχηταῖς
  17. θυγατέρων ἔζευξεν ἀδωροδόκους ὑμεναίους,
  18. γαμβρὸν ἔχων Μορρῆα καὶ ἐννεάπηχυν Ὀρόντην·
  19. καὶ διδύμοις προμάχοισιν ἑὴν νύμφευσε γενέθλην,
  20. Μορρέι Χειροβίην καὶ Πρωτονόειαν Ὀρόντῃ·