Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἔβρεμεν ἐγρεκύδοιμος· ἀβακχεύτῳ δὲ κυδοιμῷ
- Σειληνοὶ πολέμιζον ἐχέφρονες, οὐδὲ προσώπῳ
- μίλτον ἐπιχρίσαντες ὁμόχροον αἴθοπι λύθρῳ
- ξανθὸν ἐφοινίξαντο τύπον ψευδήμονι μορφῇ
- εἰς φόβον, οὐδὲ μέτωπα πεφυρμένα λευκάδι γύψῳ,
- ὡς πάρος, ἐρραίνοντο· καὶ οὐ στομάτεσσι πιόντες
- θερμὸν ἐρημονόμοιο νεόσσυτον αἷμα λεαίνης
- Πᾶνες ἀελλήεντες ἐβακχεύοντο κυδοιμῷ,
- ἀλλὰ φόβῳ γεγάασιν ἐνγέες· ὀκναλέοι δὲ
- φειδομέναις ἤρασσον ἀδουπήτοις χθόνα χηλαῖς,
- φρικτὸν ἀναστείλαντες ὀρίδρομον ἅλμα χορείης.
- Δηριάδης δʼ ὑπέροπλος ἐπέχραεν ἄρσενι χάρμῃ,
- σείων ὡς τρυφάλειαν ἑῆς γλωχῖνα κεραίης·
- θηλυτέρῃ δὲ φάλαγγι θορὼν βακχεύετο Μορρεύς·
- οὐ γὰρ Χαλκομέδεια συνέμπορος ἵστατο Βάκχαις,
- ὄφρά μιν αἰδέσσαιτο, κατεσσυμένην δὲ γυναικῶν
- αἵματι πορφύρουσαν ἀναστείλειεν ἀκωκήν,
- ἀλλὰ τότε προμάχοισιν ὁμήλυδος ἥπτετο χάρμης
- παρθένος ἱμερόεσσα νέη κλυτότοξος Ἀμαζών,
- φάρεα λεπτὰ φέρουσα καὶ ἀστράπτοντα χιτῶνα