Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πείθομαι, ὡς Σπάρτηθεν ἔχεις γένος· ὡς δοκέω γάρ,
  2. Χαλκομέδην ἐλόχευσε σιδηροχίτων Ἀφροδίτη.
  3. τοῖον ἔπος κατέλεξε φιλαγρύπνων ἐπὶ λέκτρων.
  4. ἀλλʼ ὅτε φοινίσσοντι σέλας πέμπουσα προσώπῳ
  5. ὑσμίνης προκέλευθος ἑκηβόλος ἄνθορεν Ἠώς,
  6. Ἰνδῴην ἐκόρυσσε γονὴν λαοσσόος Ἄρης·
  7. καὶ τότε θωρηχθέντες ἐυτροχάλων ἀπὸ λέκτρων
  8. ἅρματι Δηριάδαο συνήλυδες ἔρρεον Ἰνδοί.
  9. βάκχοι δʼ οὐ παρεόντος ἀνικήτου Διονύσου
  10. εἰς πεδίον προχέοντο κατηφέες· ἐν κραδίῃ δὲ
  11. οὐκέτι θαρσήεντες ἐπεστρατόωντο κυδοιμῷ,
  12. ἀλλὰ φόβῳ δονέοντο· καὶ οὐ ῥηξήνορι λύσσῃ
  13. εἰσέτι χαλκοχίτωνες ἐβακχεύοντο γυναῖκες·
  14. οὐδὲ βαρυφθόγγοιο μεμυκότος ἀνθερεῶνος
  15. ἀφρὸν ἀνηκόντιζον, ἐν ἀφλοίσβῳ δὲ σιωπῇ
  16. μίμνεν ἀδεψήτοιο περίκροτα νῶτα βοείης·
  17. οὐ δαΐδες σελάγιζον Ἐνυαλίης φλόγα πεύκης,
  18. καπνὸν ἐρευγομένης θανατηφόρον· ἀλλʼ ὑπὸ κέντρῳ
  19. δαιμονίης μάστιγος ἐθηλύνοντο μαχηταί.
  20. οὐ Σάτυροι κελάδησαν, ἐθήμονος οὐ θρόος αὐλοῦ