Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χειρὸς ἐπεσφήκωτο συνήορα σύζυγι δεσμῷ·
  2. ἀμφοτέροις δʼ ἔρις ἦεν ἐπήρατος. Ἁβροκόμης δὲ
  3. πρῶτα λαχὼν Ὑμέναιος ἕλεν δέπας, ἱπταμένην δὲ
  4. νεκταρέην ῥαθάμιγγα μετάρσιον ἠέρι πέμπων
  5. ῥῖψε λέβητος ὕπερθε· καὶ οὐ τότε μητέρι Μούσῃ
  6. εὐχωλὴν ἀνέφηνε· διεσσυμένη δὲ κυπέλλου
  7. ἠέρα μέσσον ἔτυψεν ἀερσιπότητος ἐέρση,
  8. ἀλλὰ παρατρέψασα βολὴν βητάρμονι παλμῷ
  9. ἑλκομένη παλίνορσος ἀγάλματος ἀμφὶ προσώπῳ
  10. ἄψοφος ἄκρον ἔτυψεν ἀδουπήτοιο καρήνου·
  11. δεύτερος αἰολόμητις Ἔρως τεχνήμονι θεσμῷ
  12. ἱμερόεν δέπας εἶλε, καὶ εὔξατο Κυπρογενείῃ
  13. λάθριος ἐν πραπίδεσσι, καὶ ἀπλανὲς ὄμμα τανύσσας
  14. εἰς σκοπὸν ἠκόντιζεν ἑκηβόλον ἰκμάδα πέμπων·
  15. νεκταρέου δὲ ποτοῖο παλινδίνητος ἐέρση
  16. ἰθυτενὴς ἄγναμπτος ἀγάλματος ὑψόθι κόρσης
  17. ἠερόθεν βαρύδουπος ἐπεσμαράγησε μετώπῳ·
  18. ἴαχε δʼ ἁβρὸν ἄγαλμα, καὶ υἱέι Κυπρογενείης
  19. χρυσέῳ ἐσμαράγησε λέβης ἐπινίκιον ἠχώ·
  20. καὶ στέφος ἁβρὸν Ἔρωτι πόρεν γελάσας Γανυμήδης·