Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ Χάρις ἴχνος ἔκαμψε, πολυστρέπτῳ δὲ προσώπῳ
- σὺν χθονὶ πόντον ὄπωπε καὶ οὐρανόν, εἴ που ἐφεύροι
- ἄστατον ἴχνος Ἔρωτος, ἐπεὶ πτερὰ πάντοθι πάλλει,
- τέτραχα τεμνομένην κυκλούμενος ἄντυγα κόσμου.
- Εὖρε δέ μιν χρυσέοιο περὶ ῥίον ἄκρον Ὀλύμπου
- νεκταρέας ῥαθάμιγγας ἀκοντίζοντα κυπέλλοις·
- πὰρ δέ οἱ ἵστατο κοῦρος ὁμέψιος ἁβρὸν ἀθύρων,
- εὐχαίτης Ὑμέναιος· ἀερσινόου δὲ τεκούσης
- οὐρανίης σοφὸν ἔργον ἐπισταμένης δρόμον ἄστρων
- σφαῖραν ἄγων τροχόεσσαν ἀέθλια θήκατο νίκης,
- Ἄργου δαιδαλέης ἀντίρροπον εἰκόνα μορφῆς·
- καὶ πτερόεις εὔκυκλον Ἔρως μητρῷον ἀείρων
- χρύσεον ὁρμὸν ἔθηκε θαλασσαίης Ἀφροδίτης,
- νίκης φαιδρὸν ἄγαλμα παναίολον· ἀργύρεος δὲ
- κεῖτο λέβης ἐν ἀγῶνι, καὶ οἰνοχύτου βρέτας Ἥβης
- μεσσοφανῆ σκοπὸν εἶχε· καὶ ἱμερόεις Γανυμήδης
- οἰνοχόος Κρονίδαο δικασπόλος ἦεν ἀγῶνος,
- στέμμα φέρων παλάμῃσι. Φιλακρήτων δὲ βολάων
- λαχμὸς ἔην, μεθέπων ἑτερότροπα δάκτυλα χειρῶν·
- καὶ τὰ μὲν ὀρθώσαντες ἀνέσχεθον, ἄλλα δὲ καρπῷ