Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ ταχὺς αἰόλον ὁρμὸν ἑλὼν καὶ σφαῖραν ἀείρων
  2. διπλόον εἶχεν ἄεθλον ἐυρραθάμιγγος ἀγῶνος,
  3. σκιρτήσας δὲ πόδεσσι, κυβιστήσας δὲ καρήνῳ
  4. κυδιόων ἐχόρευεν Ἔρως θρασύς· ἀντιπάλου δὲ
  5. πολλάκις ἀχνυμένοιο κατήγαγε χεῖρα προσώπου.
  6. ἀγλαΐη δέ οἱ ἄγχι παρίστατο· τερψινόου δὲ
  7. δέξατο χερσὶν ἄνακτος ἀέθλια· νεῦσε δὲ κούρῳ
  8. νόσφι μολεῖν, καὶ Ἔρωτος ἐς οὔατα μάρτυρι σιγῇ
  9. ψευδομένης ἀγόρευε δολόφρονα μῦθον ἀνάσσης·
  10. πανδαμάτωρ ἀδάμαστε, βιοσσόε σύγχρονε κόσμου,
  11. σπεῦσον, ἐπεὶ Κυθέρεια βιάζεται, οὐδέ τις αὐτῇ
  12. ἀμφιπόλων παρέμιμνε, Χάρις φύγεν, ᾤχετο Πειθώ,
  13. καὶ Πόθος ἀστήρικτος ἐχάζετο· σοὶ δέ με μούνην
  14. πέμψεν ἀνικήτοιο τεῆς χατέουσα φαρέτρης.
  15. ὣς φαμένην ἐρέεινεν Ἔρως, ἴνα πάντα δαείη·
  16. ὅττι νέοι ξύμπαντες, ἀτέρμονος ὁππότε μύθου
  17. ἀρχὴν εἰσαΐουσι, τέλος σπεύδουσιν ἀκοῦσαι·
  18. καὶ στομάτων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·
  19. τίς Παφίην ἀκάχησεν ἐμήν; ἵνα χεῖρα κορύσσω
  20. μαρνάμενος πάντεσσι· βιαζομένης δὲ τεκούσης