Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λευκάδι Πασιθέῃ μελανόχροον Ὕπνον ἀκοίτην.
  2. ὣς φαμένης δάκρυσε Χάρις καὶ ἀμείβετο μύθῳ·
  3. ἀενάου κόσμοιο φυτοσπόρε, μῆτερ Ἐρώτων,
  4. βουκόλος οὐ κλονέει με, καὶ οὐ θρασὺς ἵμερος Ὕπνου.
  5. οὐ πέλον Ἠριγένεια δυσίμερος ἠὲ Σελήνη,
  6. ἀλλὰ πόνος περίφοιτος ἀνιάζει με Λυαίου,
  7. πατρὸς ἐμοῦ φρίσσοντος Ἐρινύας· ὑμετέρου δέ,
  8. εἰ δύνασαι, προμάχιζε κασιγνήτου Διονύσου.
  9. ἔννεπε, καὶ γενετῆρος ὅλον πόνον εἶπεν ἀνάσσῃ
  10. Βασσαρίδων τε φάλαγγας ἀπείρονας, ἅς κτάνε Μορρεύς,
  11. καὶ Σατύρων φύξηλιν ὅλον στρατόν, εἶπε καὶ αὐτὴν
  12. δαιμονίην μάστιγα τινασσομένου Διονύσου
  13. καὶ κινυρὴν σπαίρουσαν ὑπὲρ δαπέδοιο Γιγαρτώ,
  14. Κωδώνην τʼ ἀγόρευε προώριον· αἰδομένη δὲ
  15. πένθος ὁμοῦ καὶ κάλλος ἐπέφραδε Χαλκομεδείης.
  16. καὶ ῥοδέου σπινθῆρα μεταλλάξασα προσώπου
  17. ἠθάδα ῥῖψε γέλωτα φιλομμειδὴς Ἀφροδίτη.
  18. ἀγλαΐην δʼ ἐκέλευσε διάκτορον, ὄφρα καλέσσῃ
  19. υἱέα θοῦρον Ἔρωτα μετάρσιον ἠεροφοίτην,
  20. ἀνδρομέης γονόεντα κυβερνητῆρα γενέθλης.