Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μή ποτε νικήσειεν ἐς ἀγλαΐην Ἀφροδίτην.
  2. ἀχνυμένη δʼ ἐς Ὄλυμπον ἀνήιε, πενθάδι σιγῇ
  3. ἄλγος ἑοῦ γενετῆρος ὑποκλέπτουσα Λυαίου·
  4. καὶ χλόος εὐκύκλοιο παρηίδος ἄνθος ἀμείψας
  5. μαρμαρυγὴν στίλβουσαν ἀπημάλδυνε προσώπου.
  6. τὴν δὲ κατηφιόωσαν Ἀδωνιὰς ἔννεπε Κύπρις,
  7. τοῖον ἔπος βοόωσα παρήγορον, ἐκ δὲ προσώπου
  8. Πασιθέης ἐνόησεν ἄχος κήρυκι σιωπῇ·
  9. νύμφα φίλη, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν;
  10. παρθένε, πῶς μετάμειψας ἐρευθαλέην σέο μορφήν;
  11. εἰαρινὴν δʼ ἀκτῖνα τίς ἔσβεσε σεῖο προσώπου;
  12. οὐκέτι σῶν μελέων ἀμαρύσσεται ἄργυφος αἴγλη·
  13. οὐκέτι δʼ. ὡς τὸ πρόσθε, τεαὶ γελόωσιν ὀπωπαί.
  14. ἀλλὰ τεὰς ἀγόρευε μεληδόνας· ἦ ῥά σε τείρει
  15. υἱὸς ἐμός, φιλέεις δὲ ποθοβλήτῳ παρὰ πέτρῃ
  16. οἷα Σεληναίη τινὰ βουκόλον; ἦ ῥά που αὐτὴν
  17. καὶ σὲ μετʼ Ἠριγένειαν Ἔρως ἐπεμάστιε κεστῷ;
  18. οἶδα, πόθεν χλοάουσι παρηίδες· ὅττί σε κούρην
  19. νυμφίος ἀχλυόεις νυμφεύεται Ὕπνος ἀλήτης·
  20. οὐ μὲν ἀναινομένην σε βιήσομαι, οὐδὲ συνάψω