Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ τότε μοῦνος ἄυπνος ἀπόσσυτος ἄψοφος ἕρπων
  2. ποσσὶ παλιννόστοισιν ἕλιξ ἐστρεύγετο Μορρεύς,
  3. μούνην Χειροβίην θαλάμοις εὕδουσαν ἐάσας·
  4. καί τινος ἀρχαίοιο σοφοῦ πάρα μῦθον ἀκούσας
  5. ἀνδράσι πὰρ Κιλίκεσσιν ἔχων μόθον ἐγγύθι Ταύρου
  6. ἔνθεον ἀστραίων δεδαημένος οἶστρον Ἐρώτων,
  7. ἠέρι πεπταμένην μετανεύμενος αἴθριον αὐλὴν
  8. νυμφίον Εὐρώπης ἐπεδέρκετο, Ταῦρον Ὀλύμπου·
  9. ἀξονίῳ δὲ τένοντι πολυπλανὲς ὄμμα τιταίνων
  10. Καλλιστὼ σκοπίαζε καὶ ἄστατον ὁλκὸν Ἁμαξης,
  11. γινώσκων, ὅτι θῆλυς ἐδέξατο θῆλυν ἀκοίην
  12. μιμηλῆς μεθέπηοντα νόθον δέμας ἰοχεαίρης
  13. ἀγνώστοις μελέεσοιν· ὑπερτέλλοντα δὲ Ταύρου
  14. Μυρτίλον ἐσκοπίαζε, πυρίπνοον Ἡνιοχῆα,
  15. ὅττι γάμῳ χραίσμησε, καὶ εἰς δρόμον Ἱπποδαμείης
  16. ἀντίτυπον ποίησε τύπον τροχοεσδέι κηρῷ,
  17. ἄχρι Πέλοψ γάμον εὗρε· καὶ ἀγχόθι Κασσιεπείης
  18. αἰετὸν Αἰγίνης τανυσίπτερον εἶδεν ἀκοίτην,
  19. καὶ δόλον ἤθελε τοῖον ἐπίκλοπον, ὄφρα καὶ αὐτὸς
  20. Χαλκομέδης λύσειεν ἀνυμφεύτοιο κορείην,