Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί τινα μῦθον ἔειπεν ἔχων ἄγρυπνον ὀπωπήν·
  2. ἔκλυον, ὡς Σατύρῳ πανομοίιος ὑψιμέδων Ζεὺς
  3. Ἀντιόπην δολόεντι τύπῳ νυμφεύσατο κούρην
  4. μιμηλῇ φιλότητι φιλοσκάρθμων ὑμεναίων·
  5. τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ δέμας, ὄφρα χορεύσω
  6. εἰς στρατὸν εὐκεράων Σατύρων ἄγνωστος ἱκάνων,
  7. Χαλκομέδης ἵνα λέκτρα φιλακρήτοιο τελέσσω.
  8. οἶδα, πόθεν, Κυθέρεια, χολώεαι υἱάσιν Ἰνδῶν·
  9. γείτονας Ἠελίοιο τεοὶ κλονέουσιν ὀιστοί·
  10. οὔ πω μνῆστιν ὄλεσσας ἐλεγχομένων σέο δεσμῶν.
  11. οὐ Φαέθων με φύτευσε· τί με κλονέεις, Ἀφροδίτη;
  12. οὐ τέκε Πασιφάη με βοοσκόπος, οὐκ Ἀριάδνης
  13. γνωτὸς ἐγώ. φθέγξασθε, λίθοι, πετρώδεα φωνήν.
  14. Χαλκομέδην ποθέω, καὶ ἀναίνεται.ἔρρε, φαρέτρη,
  15. ἔρρετε, φοίνια τόξα καὶ ἠνεμόεντες ὀιστοί·
  16. Ἄρης οὔ με σάωσε κορυσσομένης Ἀφροδίτης·
  17. βαιὸς Ἔρως με δάμασσε, τὸν οὐ κτάνε Βάκχος ἀγήνωρ.
  18. τοῖα μάτην κατὰ νύκτα δυσίμερος ἔννεπε Μορρεύς.
  19. οὐδὲ νοοπλανέος πτερὸν εὔνασεν ἡδέος Ὕπνου
  20. Χαλκομέδην φυγόδεμνον, ἐπεὶ πόθον εἶχεν ὀλέθρου,