Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Κύπρις ὁμοῦ καὶ Βάκχος ὑπʼ ἀμφοτέροισι βελέμνοις
  2. γαμβροῖς Δηριαδῆος ἐπέχραον, ὄφρά τις εἴπῃ·
  3. Μορρέα κεστὸς ἔπεφνε, καὶ ἔκτανε θύρσος Ὀρόντην.
  4. τοῖα μὲν ὴύτησε· πολυφλοίσβῳ δὲ μερίμηῃ
  5. τήκετο Χαλκομέδης μεμνημένος· ἐν γὰρ ὀμίλῃ
  6. θερμότεροι γεγάασιν ἀεὶ σπινθῆρες Ἐρώτων.
  7. ἤδη γὰρ σκιόεντι θορὼν αὐτόχθονι παλμῷ
  8. ἄψοφος ἀννεφέλοιο μελαίνετο κῶνος ὀμίχλης,
  9. καὶ τρομερῇ ξύμπαντα μιῇ ξύνωσε σιωπῇ·
  10. οὐδέ τις ἴχνος ἔπειγε διʼ ἄστεος Ἰνδὸς ὁδίτης,
  11. οὐδὲ γυνὴ χερνῆτις ἐθήμονος ἥπτετο τέχνης,
  12. οὐδέ οἱ ἐν παλάμῃσι φιληλακάτῳ παρὰ λύχνῳ
  13. κύκλον ἐς αὐτοέλικτον ἰὼν ἄτρακτος ἀλήτης
  14. ἄστατος ὀρχηστῆρι τιταίνετο νήματος ὁλκῷ,
  15. ἀλλὰ καρηβαρέουσα φιλαγρύπνῳ παρὰ λύχνῳ
  16. εὗδε γυνὴ ταλαεργός· ὄφις δέ τις ἥσυχος ἕρπων
  17. κεῖτο πεσών, κεφαλῇ δʼ ἐρύων παλινάγρετον οὐρὴν
  18. γαστέρος ὑπναλέης ἀνεσείρασεν ὁλκὸν ἀκάνθης·
  19. καί τις ἀερσιπόδης ἐλέφας παρὰ γείτονι τοίχῳ
  20. ὄρθιον ὕπνον ἴαυεν, ὑπὸ δρυὶ νῶτον ἐρείσας.