Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φέρτερον ἄλλο βέλος με βιάζεται· ἔρρε, φαρέτρη·
  2. κεστὸς ἱμὰς νίκησεν ἐμῆς τελαμῶνα βοείης.
  3. οὐκέτι Βασσαρίδεσσι μαχήμονα χεῖρα κορύσσω·
  4. ἀλλὰ θεὸν πατρῷον, ὕδωρ καὶ γαῖαν ἐάσας
  5. βωμὸν ἀναστήσω καὶ Κύπριδι καὶ Διονύσῳ,
  6. ῥίψας χάλκεον ἔγχος Ἐνυαλίου καὶ Ἀθήνης.
  7. οὐκέτι πυρσὸν ἔχων θωρήσσομαι· ἀδρανέος γὰρ
  8. δαλὸν Ἐνυαλίοιο κατέσβεσε πυρσὸς Ἐρώτων·
  9. ἄλλῳ θερμοτέρῳ πυρὶ βάλλομαι. αἴθε καὶ αὐτός,
  10. αἴθε γυναιμανέων Σάτυρος πέλον, ὄφρα χορεύσω
  11. μεσσόθι Βασσαρίδων, παλάμῃ δʼ ἵνα πῆχυν ἐρείσας
  12. σφίγξω δεσμὸν ἔρωτος ἐπʼ αὐχένι Χαλκομεδείης.
  13. εἰς Φρυγίην Διόνυσος ὀπάονα Δηριαδῆος
  14. δουλοσύνης ἐρύσειεν ὑπὸ ζυγόν, ἀντὶ δὲ πάτρης
  15. Μαιονίη πολύολβος ἑὸν ναέτην με δεχέσθω·
  16. Τμῶλον ἔχειν ἐθέλω μετὰ Καύκασον· ἀρχέγονον δὲ
  17. Ἰνδὸν ἀπορρίψας ἐμὸν οὔνομα Λυδὸς ἀκούσω,
  18. αὐχένα δοῦλον Ἔρωτος ὑοκλίνων Διονύσῳ·
  19. Πακτωλὸς φερέτω με· τί μοι πατρῷος Ὑδάσπης;
  20. Χαλκομέδης δʼ ἐχέτω με δόμος γλυκύς· ἐν πολέμοις γὰρ