Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παρθένον ὅττι κάλυψεν ἀπειρήτην ὑμεναίων·
  2. δείδιε γὰρ τρομέων γλυκερῷ πυρί, μή τι καὶ αὐτὴ
  3. εἴη Χαλκομέδη φιλοπάρθενος, οἷά τε Δάφνη,
  4. μή μιν ἰδὼν φεύγουσαν ἐτώσιον εἰς δρόμον ἔλθῃ,
  5. μοχθίζων ἀτέλεστον ἐς ἵμερον, ὥς περ Ἀπόλλων.
  6. ἀλλʼ ὅτε νὺξ ἀνέτελλε, κατευνήτειρα κυδοιμοῦ,
  7. Χακξινέδγ μὲν ἵκανεν ἐρημάδος εἰς ῥάχιν ὕλης,
  8. ἴχνια μαστεύουσα νοοπλανέος Διονύσου·
  9. οὐ τότε ῥόπτρα φέρουσα καὶ Εὔια κύμβαλα Ῥείης
  10. ὄργια μυστιπόλευεν ἀκοιμήτοιο Λυαίου,
  11. ἀλλὰ κατηφιόωσα καὶ οὐ ψαύουσα χορείης
  12. εἶχεν ἀσιγήτοισιν ἀήθεα χείλεσι σιγήν,
  13. νοῦσον ἀλεξητῆρος ἐπισταμένη Διονύσου.
  14. Ὀκναλέοις δὲ πόδεσσι μόγις βραδὺς ἤιε Μορρεύς,
  15. ἐντροπαλιζομένῳ δεδοκημένος ὄμματι νύμφην,
  16. μεμφόμενος Φαέθοντα ταχύδρομον· ἑσπόμενον δὲ
  17. Χαλκομέδῃ νόον εἶχεν ὁμόστολον· ἀσχαλόων δὲ
  18. Κυπριδίοις ὀάροισιν ἀνήρυγε θῆλυν ἰωήν,
  19. αἰθύσσων νυχίων ὑποκάρδιον ἰὸν Ἐρώτων·
  20. ἔρρε, βέλος καὶ τόξον Ἀρήιον· ἱμερόεν γὰρ